τούτους ἀρίθμει, βασιλεῦ, τοὺς ὑπὸ τῷ τὸ ἔθνος ἄγοντι, τοὺς ὑπὸ τῷ πλείονα, Ι τοὺς ὑπὸ R II 470 τῷ στρατηγῷ καὶ μηδὲ δύ’ ἄρχοντε πίνοντε παραλίπῃς, οἷς ἀγροὶ τὰ ἐργαστήρια μικροῦ πάντα. ἀφ’ ὧν γὰρ ἕκαστοι πωλοῦσι λαμβάνουσι τῷ λογιστῇ προσγινομένου τοῦ συνδίκου. τὸν δὲ ἐγκαθήμενον λόχον τί οἴει; ἆρα ἀγαπᾶν τῇ παρὰ σοῦ τροφῇ; καὶ τίς οὐκ οἶδε τὴν ἁρπαγὴν ἣν ὁ πωλῶν ἐπισχεῖν μὲν οὐκ ἐπιχειρεῖ, μὴ παροξύνῃ, δεῖται δὲ ἐλάττω γενέσθαι; οὗτοι δὲ οἱ στρατιῶται πάνθ’ ἁπλῶς ἐπέρχονται πανταχόθεν ἕλκον- τες καὶ εἰ μὴ κρέας ἤ τι τῶν τοιούτων ἔνι, φέροντες ἀργύριον.