τί οὖν ἀδικοῦνται, βούλει μαθεῖν, ὦ βασιλεῦ; πολλαὶ μὲν αἰ ἀρχαί, ἔνι δὲ καθ’ ἑκάστην φάλαγξ, καὶ τούτων αὖ καθ’ ἑκάστην κήρυκες, | R II 469 ἡμεροδρόμοι, βασανισταί, ἔνι δὲ καὶ ἄλλα ἄττα ἔργα ποιοῦντα προσηγορίας. οὗτοι δὴ πλῆθος ὄντες εἰσπίπτοντες εἰς τὰ καπηλεῖα πολλάκις ἑκάστης ἡμέρας πίνουσιν ὅσον ἂν μέθην ποιήσειεν, οὐκ οἶνον μόνον, ἀλλὰ καὶ ἃ τούτῳ ἐν μίξει. ἀριθμεῖ δὲ οὐδεὶς τὰ ἐκπώματα, οὐκ ἀνήρ, οὐ γυνή, οὐχ υἵός, οὐ θυγάτηρ, ἀλλ’ ἢ δεῖ σιγᾶν ἢ ἀπολωλέναι. τοῖς γὰρ αὑτῶν χρῆ- σθαι λέγουσι καὶ εἶναι δεσπόται τῶν τε πίθων ὁμοίως καὶ ὧν εἰσιν οἱ πίθοι. οἱ μὲν οὖν ἐπιεικέστεροι τὸ ἔκπωμα καταθέντες καὶ προειπόντες οἶνον ἀμείνω περισκοπεῖν ἀπῆλθον, οἱ δ’ αὐτοῖς ἐκπώμασιν. ὀβολὸς δὲ οὐδὲ παρ’ ἑτέρων, ἀλλ’ ὁ μὲν κάπηλος ὠνεῖται, οἱ δ’ ἐμπίμπλανται δόντες οὐδέν. εἶθ’ οἱ μὲν ἀπῆλθον, 7 cf. Thuc. Ι 90,2 cum nota Kruegeri 4 οὐκ ex οἱ corr Α2 7 δ’ Re Ι παραιτούμενον Mor 10 ἂν V 11 ἄττα CA edd quod correxit Boissonadius Not. et Extr. XI 2, 155 12 ὄργανα Mor Ι λοιδορίας coni Mor 15 ἃ inserui Ι τούτῳ scripsi τούτοις libri edd οὐχ οὖτοι μόνον, ἀλλὰ καὶ ὅστις συμμίξῃ (vel αὐτοῖς συμμίξῃ) coni Re 16 οὐ (2) —18 λέγουσι om Β 17 αὐτῶν I Mor 21 οἳ A P sed ‘e’ corr m3, IBV Ι δὲ Re 22 οἳ Α IBV ἐμπί- πλανται CIBV MoR cf. t. Ι 442, 10; II 209, 1; 258, 13 οἱ δ’ ἦλθον. δεῖ δὲ προκεκρίσθαι τῶν διδόντων τὸν τῶν προῖκα πινόντων φόβον. βαλαντίου δὲ οὐ μένου πολὺ τὸ πινόμενον. πίνει δὲ οὐκ αὐτός τις μόνος, ἀλλὰ καὶ ὃν εἰσάγει νῦν μὲν συγγενῆ, νῦν δὲ συνήθη. τούτους ἀρίθμει, βασιλεῦ, τοὺς ὑπὸ τῷ τὸ ἔθνος ἄγοντι, τοὺς ὑπὸ τῷ πλείονα, Ι τοὺς ὑπὸ R II 470 τῷ στρατηγῷ καὶ μηδὲ δύ’ ἄρχοντε πίνοντε παραλίπῃς, οἷς ἀγροὶ τὰ ἐργαστήρια μικροῦ πάντα. ἀφ’ ὧν γὰρ ἕκαστοι πωλοῦσι λαμβάνουσι τῷ λογιστῇ προσγινομένου τοῦ συνδίκου. τὸν δὲ ἐγκαθήμενον λόχον τί οἴει; ἆρα ἀγαπᾶν τῇ παρὰ σοῦ τροφῇ; καὶ τίς οὐκ οἶδε τὴν ἁρπαγὴν ἣν ὁ πωλῶν ἐπισχεῖν μὲν οὐκ ἐπιχειρεῖ, μὴ παροξύνῃ, δεῖται δὲ ἐλάττω γενέσθαι; οὗτοι δὲ οἱ στρατιῶται πάνθ’ ἁπλῶς ἐπέρχονται πανταχόθεν ἕλκον- τες καὶ εἰ μὴ κρέας ἤ τι τῶν τοιούτων ἔνι, φέροντες ἀργύριον.