οὐδὲν καινόν, ὦ βασιλεῦ, πέπρακταί μοι R II 463 μὴ προσιόντι τούτῳ τῷ τηλικαύτην ἀρχὴν ἐν νεότητι λαβόντι μετὰ πολλὰς ὡς αὐτὸν ὁδούς μοι γεγενημένας. διὰ συχνῶν γὰρ ἐγὼ τοιούτων ἀφῖγμαι μεταβολῶν οὐ διὰ τὴν ἐμαυτοῦ κακίαν, ἀλλὰ διὰ τὴν τῶν οὐ δυνη- θἐντων ἐφ’ ὧν ἔδειξαν μεῖναι. καὶ οὐκ αἰσχύνομαι μεμφόμενος ὃν πρότερον ἐπῄνουν, ἕτερον γεγενημένον ὁρῶν. τοὐναντίον γὰρ αἰσχρὸν ἂν ἦν, εἰ μεταβεβλη- μένων ἐκείνων μὴ τοῖς πράγμασιν ἠκολούθουν, ἀλλ᾿ ἦν ὁ αὐτὸς πρὸς τὸν οὐκέτι τὸν αὐτόν.