δεσποτῶν δὲ ὠμότης πλείστῳ χρῆται <τούτῳ> α καθ’ ἑκάστην ἡμέραν, ἐπεὶ ῥᾴδιον δῆσαι τὸν ἠναγκασμένον ὑπὸ τοῦ νόμου κἂν ἀδικῆται σιγᾶν. ἐνταῦθά που θετέον καὶ τοὺς περὶ τὴν γῆν πονοῦντας τοῖς κεκτημένοις τὴν γῆν, ἐπεὶ καὶ τούτοις τινὲς ἴσα καὶ οἰκέταις κέχρηνται, κἂν μὴ τὰς πλεονεξίας ἐπαι- νῶσιν ἐκείνων τὰς καθ’ ἑαυτῶν, ὀλίγαι συλλαβαί, καὶ στρατιώτης ἅμα ἁλύσεσιν ἐπὶ τὸν Ι ἀγρὸν, καὶ R II 443 δεδεμένους τὸ οἴκημα δέχεται.