ἐγὼ δὲ ἠξίουν αὐτοὺς εἰδέναι τε τὸ τοῦ Φοίνικος ἐκείνου καὶ μιμεῖσθαι, μᾶλλον δὲ ἐπίστανται μέν, μιμεῖσθαι δὲ οὐκ ἐθέλουσι. τί οὖν ἦν τὸ ’κείνου; τῶν ἐν Παλαι- στίνῃ δεδεμένων τοὺς μὲν ἐτιμωρήσατο, τοὺς δὲ ἔλυσε τῷ δικαίῳ καθ’ ἑκάτερον ἀκολουθῶν. ἔπειτα κάπηλοί τε ἦσαν ἐν ἑκάστῳ <δεσμωτηρίῳ> καὶ πίθοι καὶ R II 461 πώματα καὶ σὺν ᾠδαῖς ἡ Ι πόσις. οὕτω δὲ τῶν ἐπιρρεόντων πραγμάτων ἑκάστῳ ταχεῖαν εὕρισκε τὴν τελευτήν, ὥστε μηδὲν ἔτ’ αὐτῷ δεῆσαι δεσμωτηρίων.