ἐγὼ δὲ ἠξίουν αὐτοὺς εἰδέναι τε τὸ τοῦ Φοίνικος ἐκείνου καὶ μιμεῖσθαι, μᾶλλον δὲ ἐπίστανται μέν, μιμεῖσθαι δὲ οὐκ ἐθέλουσι. τί οὖν ἦν τὸ ’κείνου; τῶν ἐν Παλαι- στίνῃ δεδεμένων τοὺς μὲν ἐτιμωρήσατο, τοὺς δὲ ἔλυσε τῷ δικαίῳ καθ’ ἑκάτερον ἀκολουθῶν. ἔπειτα κάπηλοί τε ἦσαν ἐν ἑκάστῳ <δεσμωτηρίῳ> καὶ πίθοι καὶ R II 461 πώματα καὶ σὺν ᾠδαῖς ἡ Ι πόσις. οὕτω δὲ τῶν ἐπιρρεόντων πραγμάτων ἑκάστῳ ταχεῖαν εὕρισκε τὴν τελευτήν, ὥστε μηδὲν ἔτ’ αὐτῷ δεῆσαι δεσμωτηρίων. παρελθὼν τοίνυν εἷς τις ἐρεῖ τῶν νῦν δὴ τού- των ταὐτὸ καὶ αὑτῷ πεπρᾶχθαι καὶ αὐλοὺς εἰσελθεῖν ἐκεῖσε. αὐλοὶ μὲν οὖν εἰσῆλθον, οὕτω δὲ καταγέλα- στον ἐποιήσατο τὴν μίμησιν, ὥστε ἐν πολὺ χαλεπω- τέροις τοὺς δεσμώτας γενέσθαι. οὐ γὰρ ἀπαλλαγὴν αὐτοῖς παρέσχε τοῦ πράγματος, ἀλλ’ ἤμειψε τὸν τόπον 2 II. ω 54. Αrist.Rhet. II 3 p. a 1380b 27sq. 5 cf. ad p. 11, 16 7 cf. p. 203,10 3 τοὺς (bis) I | ὠθοῦσι Pa U 5 φάλαγας Ι 7 δόξαντες Β | οὐκ] οὖν χοί 8 τε in τὸ corr Ρ2 om Pa UIB | τὸ om CAP Got 10 οὖν ἢν in ras 3 litt P3 ἦν inser I2 om C | ’κείνου Ρ sed ’ eras 11 τοὺς (2) Ρ 12 ἑκάτερον V edd ἕτερον reliqui libri 13 δεσμωτηρίῳ inserui 17 εἴ V 18 αὑτῷ Re αὐτῷ libri Got | εἰσελθεῖν Ρ sed εῖ in ras m2 εἰσελθὼν U 19 ἐκεῖσε· Ρ sed in Got ἐκεῖσε; UI 20 ὥστ᾿ Re 22 τρόπον CPa sed in hoc γρ τόπον in marg m2 τοῦ δεδέσθαι μένοντος. ἐπὶ γὰρ τὸ τῆς δευτέρας ἀρχῆς οἴκημα πέμπει τὰ σώματα πολλοῖς πολλὰ προστιθείς, ὥστε ἀλλήλους καταπατοῦντες ἀπώλλυντο. τοιαῦτα τῶν καλῶν τούτων αὐλῶν ἀπέλαυσαν οἱ ταλαίπωροι. εἶτ’ ἐν οὐ πολλαῖς ἡμέραις αὖθις εἶχε πλείους ἢ τρό- σθεν τὸ οἴκημα. καὶ ταῦτα οὐκ ἠγνοεῖτο μέν, ἐκείνῳ δὲ ἐδόκει. 32. Φανήτω δὴ κἀνταῦθα τὸ τῆς σῆς φιλανθρω- πίας, ὦ βασιλεῦ. καὶ ὡς μὲν ἔθηκας νόμον βοηθοῦντα τοῖς δεθεῖσι περὶ τὸν χρόνον, τοῦτο δέ ἐστιν εἰς τὴν σωτηρίαν αὐτῶν, οἶδα. οἶδα μέντοι κἀκεῖνο, ὅτι ἅπερ ἂν οὐ κειμένου τοῦ νόμου, ταῦτα καὶ γεγραμμένου πέπρακται. οὐ γὰρ ὄντων τῶν βεβαιοῦν αὐτοὺς ἐθε- λόντων δικαστῶν γράμματά εἰσι Ι μόνον, τοῖς R II 462 ἀδικουμένοις δὲ οὐ παρέπονται ποιοῦντες αὐτοὺς τοῖς παρ’ ἑαυτῶν ἔργοις τῶν ἠδικηκότων κρείττονας. ἀλλ’ ὅταν σὺ μέν, ὦ γενναῖε, νομοθετῇς ἃ προσ- ήκει, βραχὺς δὲ τούτων ᾖ λόγος τοῖς ἐπὶ τοῦ δικάζειν καὶ τὴν αὑτῶν γνώμην ἀντὶ τῶν σοὶ δοκούντων ποιῶσι κυρίαν, οὔτε οὐκ εἰδέναι ταῦτα ὑμᾶς καλὸν οὔτε εἰδό- τὰς φέρειν ῥᾳδίως, ἀλλ’ ἐν τῇ τῶν ἐπανισταμένων ὑμῖν μερίδι τοὺς τοιούτους θετέον καὶ μισητέον, ὥσπερ ἐκείνους. καὶ γὰρ οὗτοι τὰ ὑμέτερα ὑμᾶς, καθ’ ὅσον 2 cf. p. 186,9 9 Cod. Theod. IX 3,6 cf. p. 356 12 cf. p. 174,14 sq. 14 cf. p. 77,4 sq. 17 cf. t. II 408,6 4 καλῶν om Β Ι αὐλῶν τούτων Β ἀπήλαυσαν CPaB cf. ρ. 168,7; 338,17 5 πρόσθεν scripsi e CPI sed in hoc ν add m3, BV πρόσθε reliqui libri edd 7 δ’ Re 10 δ’ edd 11 αὐτῶν scripsi auctore Re αὐτὴν libri edd 15 παρέ- πονται scripsi e V παρέσονται reliqui libri edd Ι ἀστοῖς Β 17 νομοθετῇς Ι sed ἦς ex εἰς corr m3 19 αὐτῶν IV Got 21 ἡμῖν V 23 καθόσον UV οἷοί τε εἰσίν, ἀφαιροῦνται τά γε τῶν πονούντων ὕπερ τῶν ἐθνῶν καὶ ζώντων ἀτιμάζοντες καὶ οἷς ποιοῦσι λύοντες. εἰ δὲ εἷς ὁ πρῶτος τοῦτο τολμήσας ἐδεδώκει τῷ νομοθέτῃ δίκην, ἴσχυον ἂν οἱ νόμοι. καὶ μὴν κἀκεῖνό γε ἠξίουν κάλλη προστιθέναι ταῖς πόλεσι φάσκοντας ἔχειν τινὰ δεῖξαι καὶ δεσμωτηρίων πρό- νοιαν. οὗ μεγάλα ἂν ἦν ἀπὸ μικρῶν ὀνῆσαι των. ἐπειδὴ γὰρ τοῦ δεῖν ὡς πλείστους ἀνθρώπους ἐπιθυμοῦσιν, ἐχρῆν αὐτοὺς δήπου μηδὲ τῶν δεξομένων αὐτοὺς ἠμεληκέναι τόπων- ὡς οὐχ οὕτω δεῖ τοῖς ἀδἐ- τοις τῆς ἀπὸ τῶν τοίχων φαιδρότητος, ὡς τοῖς δεδε- μένοις τοῦ μετ’ εὐρυχωρίας διαφέρειν τὰ κακά. 5 Cf. t. II 293,6 8 δεῖν] ἤτοι δεσμεῖν V2 cf. p. 380,10 3 ante ὁ ras 2 litt Ι | πρώτως Β 5 ἠξίουν κάλλη] „fort. τοὺς erit “ Re 7 ὗ V Re οὐ reliqui libri Got | ὀνῆσαι C sed o ex ω corr, V Re ὠνῆσαι reliqui libri Got 8 ἀνθρώπων Pa 9 μὴ δὲ APIBV Got 12 τέλος τοῦ περὶ τῶν δεσμωτῶν λόγου subscr Α, πρὸς βασιλέα περὶ τῶν δεσμω- τῶν Ρ, περὶ τῶν δεσμωτῶν in marg Ι