ἴσθι τοίνυν σοι φονέας ὄντας τοὺς ἐπὶ τὰ ἔθνη πεμπομένους ἄρχοντας, ὦ βασιλεῦ. τίνα τρόπον; πολλαὶ μὲν ὀργαὶ πολλὰς ποιοῦσι μέμψεις, κἂν θυμωθῇ τις, εὐθὺς παρὰ τὸν ἄρχοντα τρέχει καί φησιν ὑβρίσθαι καὶ πεπονθέναι κακῶς, ὁ δὲ ἑαυτὸν μὲν οὔ, τὴν γυναῖκα δέ, ὁ δὲ τούτων μὲν οὐδέτερον, τοὺς παῖδας δέ, καὶ ῥήματα πλάττουσι καὶ πληγὰς καὶ καταρρήξαντές τι τῆς ἐσθῆ- τος ἐκείνῳ καὶ τοῦτο προσέθεσαν. ὁ δὲ ἀρνούμενός τε καὶ σεσυκοφαντῆσθαι λέγων καὶ μεμνημένος γραφῆς καὶ νόμων πέμπεται δεθησόμενος καὶ ταῦτα ἐν ἐγγυη- R II 441 τῶν ἀφθονίᾳ.