τὴν ἀνάγκην δὲ ἂν λέγωσι καὶ τὸν φόβον τὸν ἀπὸ τῆς ζημίας, ἐξαπατῶσιν. ἥ τε γὰρ δείλη καθαρὰ τοῦδε τοῦ φόβου ἥ | τε R II 453 ἀνάγκη τῆς θέας ἡμερῶν τινῶν ἐστιν, ἀλλ’ οὐχ ἁπάσης. οἱ δὲ ἐπὶ πάσης ἔρχονται καθ’ ἑκατέραν τῆς ἡμέρας μερίδα καὶ τὰ τῶν εἰσπράξεων οὐ χείρω ταύτῃ καθί- σταται. καίτοι πόσῳ βέλτιον καὶ ἀνθρωπινώτερον τοῖς ἠτυχηκόσι τῶν ἀνθρώπων βοηθεῖν εἰς ὅσον ἔξεστιν ἣ ἐν περιττοῖς θεάμασιν ἀναμένειν τὰς νύκτας, καὶ δειπνοῦντα Ι ποιεῖσθαι λόγους ὑπὲρ τῶν καλῶς R II 454 ἀφειμένων ἢ ὅσα τοῖς ἡνιόχοις ἐπ’ ἀλλήλους εὕρηται.