καὶ μὴν τοῖς μὲν ἐν ταῖς ἀναβολαῖς οὐκ ἀπώλλυτ’ ἂν τὰ παρὰ τοῦ πράγματος δίκαια. ἃ γὰρ τήμερον ἐνῆν εἰπεῖν, ταῦτα ἂν ὑπῆρχε καὶ δύο μησὶ καὶ πλείοσιν ὕστερον: περὶ δ’ αὖ τοὺς θανάτους τοῦτ’ οὐκ ἔστιν, οὐδ’ ἂν κατάσχοι τις τὴν ψυχὴν εἰπὼν πρὸς αὐτὴν· μένε, ἀλλ’ ἀπει- πόντος τοῦ σώματος ἀνάγκη φεύγειν ἐκείνην. οἱ δὲ μεταξὺ περὶ ἀργυρίου δικάζοντες ἢ ἐπὶ τῇ γνώσει γε αὐτῇ τοὺς τοιούτους ἀκούοντες θανάτους οὐκ εἶναι κατὰ τῆς ἀρχῆς τοῦτο νομίζουσι. καταφρονοῦσι γάρ, οἶμαι, τῶν μὲν ὡς οὐκέτ’ ὄντων, τῶν δὲ ἐκείνοις συγ- γενῶν ὡς ἀσθενῶν. 20. Εἰ δὲ καὶ χρήματα δεῖ συγχωρῆσαι τῶν ψυχῶν εἶναι τιμιώτερα, ἀλλ’ οὐ δήπου γε ὀρχηστὰς καὶ μίμους R II 452 καὶ ἵππους καὶ τοὺς τούτοις Ι ἐφεστηκότας. τί οὖν οὗτοι ποιοῦσιν οἱ σωτῆρες ἀξιοῦντες ὀνομάζεσθαι; τρέχουσιν ὀψόμενοι μὲν ταῦτα, ὀψόμενοι δὲ ἐκεῖνα, νῦν μὲν καλούμενοι, νῦν δὲ καὶ οὐ καλούμενοι καὶ τῶν κλήσεων δὲ ἐνίας αὐτοὶ σφᾶς αὐτοὺς καλοῦσι. 18 cf. p. a 14,2; 298,6 sq. 1 ἔπαυσεν ΑΡ sed in hoc ὲν in ἑ corr Ι sed ν eras 4 ὥσπερ καὶ Α sed καὶ del, Got 6 ἀπώλλυτ’ ἂν scripsi e Pa V ἀπώλλυτο reliqui libri edd Ι παρὰ scripsi auctore Re περὶ libri sed in marg A, Re om βοί Ι τούτου τοῦ C 8 δυσὶ V t. ι 81,11; 275,11; II 401,12 9 τοῦτο C 10 τίς A Ι εἰπόντος God 13 αὺτοὶ Ι 15 οὐκ ἔτ᾿ Ρ sed' supra ε eras, Got 22 καὶ om V 23 ἐνίας scripsi auctore Sinteni coll. p. a 169,9 ἐν ἐνίαις libri sed ἐν om Β, edd πῶς γὰρ οὐχ αὑτούς, ὅταν αὐτοὶ διαπράττωνται φοιτᾶν ἐπὶ θύρας τοὺς καλέσοντας;