καὶ μὴν τοῖς μὲν ἐν ταῖς ἀναβολαῖς οὐκ ἀπώλλυτ’ ἂν τὰ παρὰ τοῦ πράγματος δίκαια. ἃ γὰρ τήμερον ἐνῆν εἰπεῖν, ταῦτα ἂν ὑπῆρχε καὶ δύο μησὶ καὶ πλείοσιν ὕστερον: περὶ δ’ αὖ τοὺς θανάτους τοῦτ’ οὐκ ἔστιν, οὐδ’ ἂν κατάσχοι τις τὴν ψυχὴν εἰπὼν πρὸς αὐτὴν· μένε, ἀλλ’ ἀπει- πόντος τοῦ σώματος ἀνάγκη φεύγειν ἐκείνην. οἱ δὲ μεταξὺ περὶ ἀργυρίου δικάζοντες ἢ ἐπὶ τῇ γνώσει γε αὐτῇ τοὺς τοιούτους ἀκούοντες θανάτους οὐκ εἶναι κατὰ τῆς ἀρχῆς τοῦτο νομίζουσι. καταφρονοῦσι γάρ, οἶμαι, τῶν μὲν ὡς οὐκέτ’ ὄντων, τῶν δὲ ἐκείνοις συγ- γενῶν ὡς ἀσθενῶν. 20. Εἰ δὲ καὶ χρήματα δεῖ συγχωρῆσαι τῶν ψυχῶν εἶναι τιμιώτερα, ἀλλ’ οὐ δήπου γε ὀρχηστὰς καὶ μίμους R II 452 καὶ ἵππους καὶ τοὺς τούτοις Ι ἐφεστηκότας. τί οὖν οὗτοι ποιοῦσιν οἱ σωτῆρες ἀξιοῦντες ὀνομάζεσθαι; τρέχουσιν ὀψόμενοι μὲν ταῦτα, ὀψόμενοι δὲ ἐκεῖνα, νῦν μὲν καλούμενοι, νῦν δὲ καὶ οὐ καλούμενοι καὶ τῶν κλήσεων δὲ ἐνίας αὐτοὶ σφᾶς αὐτοὺς καλοῦσι. 18 cf. p. a 14,2; 298,6 sq. 1 ἔπαυσεν ΑΡ sed in hoc ὲν in ἑ corr Ι sed ν eras 4 ὥσπερ καὶ Α sed καὶ del, Got 6 ἀπώλλυτ’ ἂν scripsi e Pa V ἀπώλλυτο reliqui libri edd Ι παρὰ scripsi auctore Re περὶ libri sed in marg A, Re om βοί Ι τούτου τοῦ C 8 δυσὶ V t. ι 81,11; 275,11; II 401,12 9 τοῦτο C 10 τίς A Ι εἰπόντος God 13 αὺτοὶ Ι 15 οὐκ ἔτ᾿ Ρ sed' supra ε eras, Got 22 καὶ om V 23 ἐνίας scripsi auctore Sinteni coll. p. a 169,9 ἐν ἐνίαις libri sed ἐν om Β, edd πῶς γὰρ οὐχ αὑτούς, ὅταν αὐτοὶ διαπράττωνται φοιτᾶν ἐπὶ θύρας τοὺς καλέσοντας; τὴν ἀνάγκην δὲ ἂν λέγωσι καὶ τὸν φόβον τὸν ἀπὸ τῆς ζημίας, ἐξαπατῶσιν. ἥ τε γὰρ δείλη καθαρὰ τοῦδε τοῦ φόβου ἥ | τε R II 453 ἀνάγκη τῆς θέας ἡμερῶν τινῶν ἐστιν, ἀλλ’ οὐχ ἁπάσης. οἱ δὲ ἐπὶ πάσης ἔρχονται καθ’ ἑκατέραν τῆς ἡμέρας μερίδα καὶ τὰ τῶν εἰσπράξεων οὐ χείρω ταύτῃ καθί- σταται. καίτοι πόσῳ βέλτιον καὶ ἀνθρωπινώτερον τοῖς ἠτυχηκόσι τῶν ἀνθρώπων βοηθεῖν εἰς ὅσον ἔξεστιν ἣ ἐν περιττοῖς θεάμασιν ἀναμένειν τὰς νύκτας, καὶ δειπνοῦντα Ι ποιεῖσθαι λόγους ὑπὲρ τῶν καλῶς R II 454 ἀφειμένων ἢ ὅσα τοῖς ἡνιόχοις ἐπ’ ἀλλήλους εὕρηται. πόθεν δὴ τούτων τὰ μὲν ἠμέληται, τὰ δὲ ἐν σπουδῇ μεγάλῃ; δόξα τις πονηρὰ τοὺς ἄρχοντας κατέ- σχεν, ὅτι τὰ μὲν ἄλλα πάντα φαῦλα καὶ οὐδενὶ μόνον δὲ ἀγαθὸν αἱ παρὰ τῶν πολλῶν εἰς αὐτοὺς μετ’ εὐφη- μιῶν βοαὶ καὶ τὸ εἰδέναι χάριν ἐκείνους αὐτοῖς ἀντὶ τῶν ἡδονῶν ἃς πορίζουσι τῷ πλήθει. ἀφέντες οὖν τὸ διὰ τοῦ τὰ προσήκοντα ποιεῖν παρὰ τοῖς εὖ φρο- νοῦσιν εὐδοκιμεῖν, ἀφ’ ὧν ἡγοῦνται τοὺς ἀργοὺς του- τουσὶ καὶ κηφῆνας ἐπισπᾶσθαι, ταῦτα χαρίζονται, οἱ μὲν ἐκδεχόμενοι τὰ τῶν ἔμπροσθεν, οἱ δὲ καὶ προστι- θέντες, κἂν τύχωσι τῆς κλαγγῆς τῶν γεράνων, εὐδαι- 4 cf. Theod. XV 5,2 (XIII Kal. Iun. 386) cum commen- tario Gothofredi et supra p. 356 16 cf. p. 361,6; 387,6; 398,4 23 II. γ 3 2 θύρας scripsi e V coll. p. a 289, 11, ut coni Re Anim θύραις reliqui libri edd 4 τ’ Re 6 οἳ Ι | καθ’ ἑκατέραν om A sed γρ in marg, Ι sed add in marg m2, edd inserui e reliquis libris | ἑκατέρας C 7 καὶ — καθίσταται om Pa καὶ τὰ] κατὰ Got 12 ἀλλήλοις U 14 τίς Β 16 δ’ Re | παρὰ om V R II 455 μονίζουσιν Ι ἑαυτούς. εἶθ’ οἱ μὲν μεγάλοι, νοὶ δὲ οἱ βουλεύοντες καὶ τῇ παρ’ ἐκείνων βοηθείᾳ πολλάκις τὰς παρὰ τῶν ἀρχόντων ὀργὰς διαφεύγοντες. τοῦτο ἄλλα τε πολλὰ καὶ τοὺς δεσμώτας ἀπόλλυσιν. 23. οἱ δὲ περικλύζεσθαί φασιν ὑπὸ <τοῦ> θους τῶν πραγμάτων. ἃ δίδωσιν ὑμῖν τοσαύτας ρας ἑκάστου μηνὸς τηνάλλως ἀναλίσκειν, ἃ δίδωσιν ἐν Δάφνῃ καθημένοις τέρπειν τε καὶ τέρπεσθαι κακῶς. ἢ καὶ τότε φήσετε τοὺς ὀφείλοντας εἰσπράττειν; ἀλλ ’ R II 456 αὐτῷ τούτῳ πρώτῳ τιμᾶτε Ι τὴν εἰς ἅπαντα ἐκείνην ἐξουσίαν τὴν ἐν τῇ Δάφνῃ, τοῦτο γάρ ἐστιν ἡ ἑορτὴ τὸ μηδενὸς ἀπέχεσθαι τῶν αἰσχρῶν. καὶ τοῦτο τοίνυν αὐτῇ χαρίζονται, βασιλεῦ, τὸ μὴ πάνυ τότε μεμνῆσθαί τινα τῶν τοῖς σοῖς θησαυροῖς ὀφειλομένων χρημάτων.