τί δ’ ἂν ἀποκρι- ναίμεθα ταῖς τῶν ἐπὶ μαρτυρίᾳ δεθέντων γυναιξὶ πρὸ τῆς κρίσεως αὐταῖς τῶν ἀνδρῶν οἰχομένων, οὓς ἐχρῆν ἡμερῶν <ἀλίγων> οἴκοι πάλιν εἶναι φράσαντας ὅ εἶχον; ἔτι τοίνυν τῶν οὕτως ἀπιόντων δεσμωτῶν τοῖς ἔτι ζῶσι συμβαίνει καὶ λυπεῖσθαι καὶ χαίρειν, λυπεῖ- σθαι μὲν τεθνεῶτος συνήθους, χαίρειν δὲ κληρονο- μοῦσι τοῦ τόπου. ἔπειτ’ οὐ πολὺ ὕστερον ἧκεν ἕτερος ὁ τὸν ἐκείνου καθέξων. 16. Καὶ πῶς ταῦτα σὺ περιεώρας, ἐρήσῃ, δέον R II 450 ἐπιτιμᾶν τε τοῖς ἔρχουσι καὶ | ταῦτα ἃ νυνὶ λέγεις λέγειν καὶ μηδὲ βουλομένοις ῥᾳθυ- μεῖν ἐπιτρέπειν; καὶ τίς οὐκ οἶδεν, ὅσα καὶ ὁσάκις εἴρηταί μοι πρὸς αὐτοὺς περὶ τῶν ἐν τῷ δεσμῷ φθει- ρομένων, ὡς ἀσεβοῖέν τε ταύτῃ καὶ τοῖς τῆς πολιτείας οὐκ ἐμμένοιεν ὄροις οὐδὲ μᾶλλον ἂν ἑτέρους δικαίως κολάζοιεν ἢ διδοῖεν αὐτοὶ δίκας ἐπὶ τοῖς ἐκ τῶν 4 Cod. Theod. IX 3,1 et 6; 1,18 et 7 cf. p. 375,9 1 τεθνᾶσιν ΑΡ sed in hoc ΄ in ~ corr m3, Ι Got 2 δ’ Re 5 κατολίγον V Ι ὀλίγων Ι 10 αὐταῖς Ρ sed αῖ ex οὐ in ras Corr 11 ἡμερῶν — 12 εἶχον in lacuna fere 35 litt om V 11 ὀλίγων inserui coll. Aesch. Ctes. § 254 p. a 89,20 Ι εἶναι om C | φράσαντας — 12 εἶχον in marg add I2 15 ἦλθεν CPa 17 περιορᾷς Pa 18 τοῖς τε V Ι τε om Got 19 μὴ δὲ APIBV Got δεσμωτηρίων ἐκφερομένοις νεκροῖς; οἱ δ’ ἔλεγον μὲν ἔσεσθαι βελτίους, ἦσαν δὲ αὐτοὶ τοσοῦτον τοῖς δεσμώ- ταις εἰς ἀναπνοὴν διδόντες, ὅσον ἦγον αὐτοὺς εἰς τὸ πρὸ τοῦ δικαστηρίου χωρίον. ὡς τὴν αὐτήν γε ἤγοντο πάλιν ἐλπίσαντες μέν τι κάλλιον, ἐσχηκότες δὲ οὐδέν. 17. Νὴ Δία, τὸ γὰρ τῶν πραγμάτων πλῆθος κρεῖττον τῆς αὐτῶν βουλήσεως, καὶ αὐτοὶ μὲν ἡδέως ἂν ἐπὶ τοῦθ’ ἧκον, τὰ κωλύοντα δὲ ἦν ἰσχυρότερα. τίνα ταῦτα; εἰπάτωσαν. αἱ εἰσφοραὶ καὶ τὸ πολλὰ πολλοὺς ὀφείλειν καὶ εἶναι ταῦτα ἐκείνων ἀναγκαιότερα· δεῖσθαι γὰρ τὸν καιρὸν χρημάτων. ἐγὼ δ’ εἰ μὲν ἑώρων περὶ ταῦτα τὸν ἅπαντα ἀναλισκόμενον χρόνον, ἴσως μὲν οὐδ’ ἂν τότε λόγων ἠπόρησα τῶν τῇ σῇ βασιλείᾳ πρεπόντων, ἦν δ’ ἄν τι καὶ τούτοις εἰπεῖν, εἰ καὶ μὴ πάνυ καλόν· νῦν δὲ τίς οὕτως ἀγνοεῖ τὰ τῶν ἀρχόντων, ὡς οὐκ εἰδέναι, πόσον τι τῆς ἡμέρας εἰσπράξεσι νέμοντες ὁπόσον ἄγουσιν ἐπὶ τὰς δίκας.