τί δ’ ἂν ἀποκρι- ναίμεθα ταῖς τῶν ἐπὶ μαρτυρίᾳ δεθέντων γυναιξὶ πρὸ τῆς κρίσεως αὐταῖς τῶν ἀνδρῶν οἰχομένων, οὓς ἐχρῆν ἡμερῶν <ἀλίγων> οἴκοι πάλιν εἶναι φράσαντας ὅ εἶχον; ἔτι τοίνυν τῶν οὕτως ἀπιόντων δεσμωτῶν τοῖς ἔτι ζῶσι συμβαίνει καὶ λυπεῖσθαι καὶ χαίρειν, λυπεῖ- σθαι μὲν τεθνεῶτος συνήθους, χαίρειν δὲ κληρονο- μοῦσι τοῦ τόπου. ἔπειτ’ οὐ πολὺ ὕστερον ἧκεν ἕτερος ὁ τὸν ἐκείνου καθέξων. 16. Καὶ πῶς ταῦτα σὺ περιεώρας, ἐρήσῃ, δέον R II 450 ἐπιτιμᾶν τε τοῖς ἔρχουσι καὶ | ταῦτα ἃ νυνὶ λέγεις λέγειν καὶ μηδὲ βουλομένοις ῥᾳθυ- μεῖν ἐπιτρέπειν; καὶ τίς οὐκ οἶδεν, ὅσα καὶ ὁσάκις εἴρηταί μοι πρὸς αὐτοὺς περὶ τῶν ἐν τῷ δεσμῷ φθει- ρομένων, ὡς ἀσεβοῖέν τε ταύτῃ καὶ τοῖς τῆς πολιτείας οὐκ ἐμμένοιεν ὄροις οὐδὲ μᾶλλον ἂν ἑτέρους δικαίως κολάζοιεν ἢ διδοῖεν αὐτοὶ δίκας ἐπὶ τοῖς ἐκ τῶν 4 Cod. Theod. IX 3,1 et 6; 1,18 et 7 cf. p. 375,9 1 τεθνᾶσιν ΑΡ sed in hoc ΄ in ~ corr m3, Ι Got 2 δ’ Re 5 κατολίγον V Ι ὀλίγων Ι 10 αὐταῖς Ρ sed αῖ ex οὐ in ras Corr 11 ἡμερῶν — 12 εἶχον in lacuna fere 35 litt om V 11 ὀλίγων inserui coll. Aesch. Ctes. § 254 p. a 89,20 Ι εἶναι om C | φράσαντας — 12 εἶχον in marg add I2 15 ἦλθεν CPa 17 περιορᾷς Pa 18 τοῖς τε V Ι τε om Got 19 μὴ δὲ APIBV Got δεσμωτηρίων ἐκφερομένοις νεκροῖς; οἱ δ’ ἔλεγον μὲν ἔσεσθαι βελτίους, ἦσαν δὲ αὐτοὶ τοσοῦτον τοῖς δεσμώ- ταις εἰς ἀναπνοὴν διδόντες, ὅσον ἦγον αὐτοὺς εἰς τὸ πρὸ τοῦ δικαστηρίου χωρίον. ὡς τὴν αὐτήν γε ἤγοντο πάλιν ἐλπίσαντες μέν τι κάλλιον, ἐσχηκότες δὲ οὐδέν. 17. Νὴ Δία, τὸ γὰρ τῶν πραγμάτων πλῆθος κρεῖττον τῆς αὐτῶν βουλήσεως, καὶ αὐτοὶ μὲν ἡδέως ἂν ἐπὶ τοῦθ’ ἧκον, τὰ κωλύοντα δὲ ἦν ἰσχυρότερα. τίνα ταῦτα; εἰπάτωσαν. αἱ εἰσφοραὶ καὶ τὸ πολλὰ πολλοὺς ὀφείλειν καὶ εἶναι ταῦτα ἐκείνων ἀναγκαιότερα· δεῖσθαι γὰρ τὸν καιρὸν χρημάτων. ἐγὼ δ’ εἰ μὲν ἑώρων περὶ ταῦτα τὸν ἅπαντα ἀναλισκόμενον χρόνον, ἴσως μὲν οὐδ’ ἂν τότε λόγων ἠπόρησα τῶν τῇ σῇ βασιλείᾳ πρεπόντων, ἦν δ’ ἄν τι καὶ τούτοις εἰπεῖν, εἰ καὶ μὴ πάνυ καλόν· νῦν δὲ τίς οὕτως ἀγνοεῖ τὰ τῶν ἀρχόντων, ὡς οὐκ εἰδέναι, πόσον τι τῆς ἡμέρας εἰσπράξεσι νέμοντες ὁπόσον ἄγουσιν ἐπὶ τὰς δίκας. δίκαι δὲ ὑπὲρ μικρῶν πολλαί, ὑπὲρ δὲ μεγάλων ὀλίγαι. πολλάκις γοῦν ἤκουσα παρακαθήμενος άκοντα στατῆρας καὶ εἴκοσι καὶ πλέθρον καὶ δένδρα τινὰ καὶ ἀνδράποδον καὶ κάμηλον καὶ ὄνον καὶ μύδα καὶ χιτωνίσκον καὶ πολὺ τούτων ἐλάττω καὶ πολλοὺς μεθ’ ἐκατέρων ῥήτορας καὶ μακροὺς Ι πὰρ’ R II 451 ἀμφοτέρων λόγους. καθίζει δὲ αὐτοὺς καὶ ἐσπέρα δικαστὰς οὐκ ὀλιγάκις, καὶ τὸ δεῖπνον αὐτοὺς ἡ κρίσις 24 cf. p. a 170,19 sq. 1 οἵ Α ἴ Ρ sed ΄ in ras m2 IBV | δὲ edd μέντοι Ι 8 δ’ Re 10 καὶ (1) om Got | καὶ γὰρ εἶναι Pa 12 δὲ Re 13 post μὲν ras 2—3 litt I | λέγων Β 16 ἡμέρας εἰσπράξουσι P sed ἡμέρας εἰσ in ras 3 litt m3, ου in ras m2 | εἰσπράξουσι UB εἰς πράξουσι Ι 17 πόσον? | εἰς Got 19 γ’ οὖν ΑΡ 21 ἀνδράποδα Pa 23 καθ’ Β ἀφελομένη τὸν ἀγῶνα οὐδὲν μᾶλλον ἔπαυσε. πῶς οὖν, ὦ βέλτιστοι, τούτοις μὲν ἔνι χώρα μετὰ τῶν εἰσπρά- ξεων, τοῖς δεσμώταις δὲ δι’ ἐκείνας κέκλειται τὰ δικα- στήρια; ἢ καὶ τούτων, ὥσπερ τῶν εἰσπράξεων, ταῦτα ὕστερα, τῶν χρημάτων αἰ ψυχαί; καὶ μὴν τοῖς μὲν ἐν ταῖς ἀναβολαῖς οὐκ ἀπώλλυτ’ ἂν τὰ παρὰ τοῦ πράγματος δίκαια. ἃ γὰρ τήμερον ἐνῆν εἰπεῖν, ταῦτα ἂν ὑπῆρχε καὶ δύο μησὶ καὶ πλείοσιν ὕστερον: περὶ δ’ αὖ τοὺς θανάτους τοῦτ’ οὐκ ἔστιν, οὐδ’ ἂν κατάσχοι τις τὴν ψυχὴν εἰπὼν πρὸς αὐτὴν· μένε, ἀλλ’ ἀπει- πόντος τοῦ σώματος ἀνάγκη φεύγειν ἐκείνην. οἱ δὲ μεταξὺ περὶ ἀργυρίου δικάζοντες ἢ ἐπὶ τῇ γνώσει γε αὐτῇ τοὺς τοιούτους ἀκούοντες θανάτους οὐκ εἶναι κατὰ τῆς ἀρχῆς τοῦτο νομίζουσι. καταφρονοῦσι γάρ, οἶμαι, τῶν μὲν ὡς οὐκέτ’ ὄντων, τῶν δὲ ἐκείνοις συγ- γενῶν ὡς ἀσθενῶν. 20. Εἰ δὲ καὶ χρήματα δεῖ συγχωρῆσαι τῶν ψυχῶν εἶναι τιμιώτερα, ἀλλ’ οὐ δήπου γε ὀρχηστὰς καὶ μίμους R II 452 καὶ ἵππους καὶ τοὺς τούτοις Ι ἐφεστηκότας. τί οὖν οὗτοι ποιοῦσιν οἱ σωτῆρες ἀξιοῦντες ὀνομάζεσθαι; τρέχουσιν ὀψόμενοι μὲν ταῦτα, ὀψόμενοι δὲ ἐκεῖνα, νῦν μὲν καλούμενοι, νῦν δὲ καὶ οὐ καλούμενοι καὶ τῶν κλήσεων δὲ ἐνίας αὐτοὶ σφᾶς αὐτοὺς καλοῦσι. 18 cf. p. a 14,2; 298,6 sq. 1 ἔπαυσεν ΑΡ sed in hoc ὲν in ἑ corr Ι sed ν eras 4 ὥσπερ καὶ Α sed καὶ del, Got 6 ἀπώλλυτ’ ἂν scripsi e Pa V ἀπώλλυτο reliqui libri edd Ι παρὰ scripsi auctore Re περὶ libri sed in marg A, Re om βοί Ι τούτου τοῦ C 8 δυσὶ V t. ι 81,11; 275,11; II 401,12 9 τοῦτο C 10 τίς A Ι εἰπόντος God 13 αὺτοὶ Ι 15 οὐκ ἔτ᾿ Ρ sed' supra ε eras, Got 22 καὶ om V 23 ἐνίας scripsi auctore Sinteni coll. p. a 169,9 ἐν ἐνίαις libri sed ἐν om Β, edd πῶς γὰρ οὐχ αὑτούς, ὅταν αὐτοὶ διαπράττωνται φοιτᾶν ἐπὶ θύρας τοὺς καλέσοντας; τὴν ἀνάγκην δὲ ἂν λέγωσι καὶ τὸν φόβον τὸν ἀπὸ τῆς ζημίας, ἐξαπατῶσιν. ἥ τε γὰρ δείλη καθαρὰ τοῦδε τοῦ φόβου ἥ | τε R II 453 ἀνάγκη τῆς θέας ἡμερῶν τινῶν ἐστιν, ἀλλ’ οὐχ ἁπάσης. οἱ δὲ ἐπὶ πάσης ἔρχονται καθ’ ἑκατέραν τῆς ἡμέρας μερίδα καὶ τὰ τῶν εἰσπράξεων οὐ χείρω ταύτῃ καθί- σταται. καίτοι πόσῳ βέλτιον καὶ ἀνθρωπινώτερον τοῖς ἠτυχηκόσι τῶν ἀνθρώπων βοηθεῖν εἰς ὅσον ἔξεστιν ἣ ἐν περιττοῖς θεάμασιν ἀναμένειν τὰς νύκτας, καὶ δειπνοῦντα Ι ποιεῖσθαι λόγους ὑπὲρ τῶν καλῶς R II 454 ἀφειμένων ἢ ὅσα τοῖς ἡνιόχοις ἐπ’ ἀλλήλους εὕρηται.