XLV. ΠΡΟΣ ΤΟΝ ΒΑΣΙΛΕΑ ΠΕΡΙ ΩΝ ΔΕΣΜΩΤΩΝ. εἰ μὲν ἅπαν ὃ προσῆκον ἦν περὶ τοὺς R II 439 δεσμώτας, παρὰ τῶν τὰς ἀρχὰς ἐχόντων ἐφυλάττετο, ὦ βασιλεῦ, τοῖς μὲν ἂν συνέχαιρον, σοὶ δὲ οὐκ ἂν ἠνώχλουν· ἐπεὶ δὲ οἱ μὲν κακοὶ περὶ τουτὶ γεγένηνται τὸ μέρος, λέγει δὲ οὐδὲν πρὸς σὲ περὶ τούτων οὐδεὶς τῶν εἴτε ἀγνοοῦσιν ἀδικούντων εἴτε εἰδότες σιωπῶσιν, ὅ τι τε ἂν περὶ ταῦτα γίγνηται δυσσεβές, οὐκ ἔστι μὴ συνδιαβάλλεσθαι τὴν βασιλείαν, ὁ τὴν σὴν πρᾳ- ότητα θαυμάζων ἐγὼ καὶ ἅμα χάριν τὴν μεγίστην C = condex Chisianus Pa = Patmius A = Monacensis gr. 483 olim Augustanus Ρ = Palatinus gr. 282 U = Urbinas gr. 126 Ι = Marcianus append. XCI 2 Β = Barberinus II 41 V = Vindobonensis phil. gr. XCIII 11 p. 87,10. t. I 241,13 sq. t. II 511,13 R. cf. Sieversium p. 293 1 μζ ante A, τοῦ τοῦ αὐτοῦ V τὸν om Ρ μζ΄ post δεσμωτῶν C sed νὴ in ras in marg m2 Λόγος Λ΄ Pa, λόγος λη V2 λόγος κβ΄ in marg Ι2, λθ΄ Β rubr 9 ὅτι I | γίνηται V 10 ὃ CA sed in hoc eras Ι πραότητα libri edd εἰληφὼς δίκαιος ἂν εἴην τῇ σῇ ψήφῳ θεραπεῦσαι τό ἀμαρταόμενον. 2. Οἶσθα μὲν οὖν, ὦ βασιλεῦ, τοῦτό γε δίκαιον ὂν τὸ τοὺς μὲν ἀξίους θανάτου θνήσκειν, τοὺς δὲ μὴ ζῆν τε καὶ περιεῖναι, καίτοι γε δι’ ὑπερβολὴν θρωπίας ἤδη τινὶ καὶ τούτων ζῆν ἔδωκας, ἀλλ’ ἔστω κύρια τὰ παρὰ τῶν παλαιῶν νόμων. ταῦτα δέ ἐστιν ἀποθνήσκειν μὲν ᾧ τι τοιοῦτο τετόλμηται, ζῆν δὲ ὃς οὐδὲν τηλικοῦτον ἠδίκηκε. τὸ δὲ τετολμηκέναι καὶ τὸ R II 440 ἠδικηκέναι τί ποτέ ἐστι; τὸ ἐξεληλέγχθαι. Ι ὡς τό γε πρὸ ἐλέγχων ἀποθανεῖν οὐδὲν ἕτερόν ἐστιν ἢ ἠδι- κῆσθαι. καὶ γὰρ εἴ τῳ πέπρακται μὲν ἄξιον θανάτου, τουτὶ δὲ συγκέκρυπται, τοῦτον ὁ κτείνας ἀδικεῖ τὴν τιμωρίαν πρὸ τῆς πίστεως λαβών.