XLV. ΠΡΟΣ ΤΟΝ ΒΑΣΙΛΕΑ ΠΕΡΙ ΩΝ ΔΕΣΜΩΤΩΝ. εἰ μὲν ἅπαν ὃ προσῆκον ἦν περὶ τοὺς R II 439 δεσμώτας, παρὰ τῶν τὰς ἀρχὰς ἐχόντων ἐφυλάττετο, ὦ βασιλεῦ, τοῖς μὲν ἂν συνέχαιρον, σοὶ δὲ οὐκ ἂν ἠνώχλουν· ἐπεὶ δὲ οἱ μὲν κακοὶ περὶ τουτὶ γεγένηνται τὸ μέρος, λέγει δὲ οὐδὲν πρὸς σὲ περὶ τούτων οὐδεὶς τῶν εἴτε ἀγνοοῦσιν ἀδικούντων εἴτε εἰδότες σιωπῶσιν, ὅ τι τε ἂν περὶ ταῦτα γίγνηται δυσσεβές, οὐκ ἔστι μὴ συνδιαβάλλεσθαι τὴν βασιλείαν, ὁ τὴν σὴν πρᾳ- ότητα θαυμάζων ἐγὼ καὶ ἅμα χάριν τὴν μεγίστην C = condex Chisianus Pa = Patmius A = Monacensis gr. 483 olim Augustanus Ρ = Palatinus gr. 282 U = Urbinas gr. 126 Ι = Marcianus append. XCI 2 Β = Barberinus II 41 V = Vindobonensis phil. gr. XCIII 11 p. 87,10. t. I 241,13 sq. t. II 511,13 R. cf. Sieversium p. 293 1 μζ ante A, τοῦ τοῦ αὐτοῦ V τὸν om Ρ μζ΄ post δεσμωτῶν C sed νὴ in ras in marg m2 Λόγος Λ΄ Pa, λόγος λη V2 λόγος κβ΄ in marg Ι2, λθ΄ Β rubr 9 ὅτι I | γίνηται V 10 ὃ CA sed in hoc eras Ι πραότητα libri edd εἰληφὼς δίκαιος ἂν εἴην τῇ σῇ ψήφῳ θεραπεῦσαι τό ἀμαρταόμενον. 2. Οἶσθα μὲν οὖν, ὦ βασιλεῦ, τοῦτό γε δίκαιον ὂν τὸ τοὺς μὲν ἀξίους θανάτου θνήσκειν, τοὺς δὲ μὴ ζῆν τε καὶ περιεῖναι, καίτοι γε δι’ ὑπερβολὴν θρωπίας ἤδη τινὶ καὶ τούτων ζῆν ἔδωκας, ἀλλ’ ἔστω κύρια τὰ παρὰ τῶν παλαιῶν νόμων. ταῦτα δέ ἐστιν ἀποθνήσκειν μὲν ᾧ τι τοιοῦτο τετόλμηται, ζῆν δὲ ὃς οὐδὲν τηλικοῦτον ἠδίκηκε. τὸ δὲ τετολμηκέναι καὶ τὸ R II 440 ἠδικηκέναι τί ποτέ ἐστι; τὸ ἐξεληλέγχθαι. Ι ὡς τό γε πρὸ ἐλέγχων ἀποθανεῖν οὐδὲν ἕτερόν ἐστιν ἢ ἠδι- κῆσθαι. καὶ γὰρ εἴ τῳ πέπρακται μὲν ἄξιον θανάτου, τουτὶ δὲ συγκέκρυπται, τοῦτον ὁ κτείνας ἀδικεῖ τὴν τιμωρίαν πρὸ τῆς πίστεως λαβών. ἴσθι τοίνυν σοι φονέας ὄντας τοὺς ἐπὶ τὰ ἔθνη πεμπομένους ἄρχοντας, ὦ βασιλεῦ. τίνα τρόπον; πολλαὶ μὲν ὀργαὶ πολλὰς ποιοῦσι μέμψεις, κἂν θυμωθῇ τις, εὐθὺς παρὰ τὸν ἄρχοντα τρέχει καί φησιν ὑβρίσθαι καὶ πεπονθέναι κακῶς, ὁ δὲ ἑαυτὸν μὲν οὔ, τὴν γυναῖκα δέ, ὁ δὲ τούτων μὲν οὐδέτερον, τοὺς παῖδας δέ, καὶ ῥήματα πλάττουσι καὶ πληγὰς καὶ καταρρήξαντές τι τῆς ἐσθῆ- τος ἐκείνῳ καὶ τοῦτο προσέθεσαν. ὁ δὲ ἀρνούμενός τε καὶ σεσυκοφαντῆσθαι λέγων καὶ μεμνημένος γραφῆς καὶ νόμων πέμπεται δεθησόμενος καὶ ταῦτα ἐν ἐγγυη- R II 441 τῶν ἀφθονίᾳ. πάσχουσι δὲ τοῦτ’ ἐπιεικῶς Ι οἱ 24 cf. t. II 464, 14 R 3 γε om Β 5 ὑπὲρ βουλὴν Got sed ὑπερβολὴν Not. p.17 8 τί Ι 9 ἠδίκηκεν Α ἠδίκησε Β | τὸ (2) om C 10 ποτ’ Re | (??) Α τώ CPI sed in hoc in τὸ corr m3, Β | ἐξεληλἐχθαι Β 22 τούτω Ι | προσέθηκαν C sed κ e σ corr, Pa 24 ἐν ἐγγυητῶν ἀφθονίᾳ Re ἐγγυητῶν ἀφθονία libri ἐγγυητῶν ἀφθονίᾳ Got ἀσθενέστεροι παρὰ τῶν δυνατωτέρων, καὶ οἷς οὐκ ἔνι χρήματα, παρὰ τῶν εὐπορούντων, καὶ οἱ πολλοὶ παρὰ τῶν ὀλίγων οἱ τὰς αἰτίας τὰς παρὰ σφῶν πλέον ἔχειν ἀξιοῦσιν ἀποδείξεων. ταῦτα παρὰ τῶν ἐν τῷ μεγίστῳ συνεδρίῳ, ταῦτα παρὰ τῶν ἄλλων βουλῶν, ταῦτα παρὰ τῶν τὰς εὐφημίας ὑμῶν ἐγκεχειρισμένων κατὰ τῶν ἐν ταῖς χειροτεχνίαις, | ταῦτα παρὰ τῶν [ἑν] R II 442 ταῖς ἀρχαῖς ὑπηρετούντων κατὰ τῶν οὐ πάντα αὐτοῖς χαριζομένων.