ἐντεῦθεν ἀγωγαὶ συχναὶ νέων καὶ πλοῖα πλοῦν ἕνα τὸν ἐπὶ ώμης φερόμενα κρότος τε τῶν κομιζομένων παιδαρίων ἐπὶ ταῖς μελλούσαις ἐλπίσιν. αἱ δέ εἰσιν ἀρχή, δυναστεία, γάμος, ἐν βασι- λείοις διατριβαί, τὸ διαλέγεσθαι βασιλεῖ. καὶ κομιδῆ μὲν ὀλίγοις ὁ πλοῦς ἐκεῖνος ἐλυσιτέλησεν, ὡς τοῖς γε πλείοσι πρὸς τῷ μηδὲν ἐνεγκεῖν παρείλετό τι καὶ τοῦ φρονεῖν. ὅμως δ’ ἕλκονταί τε καὶ προσδοκῶσι, καὶ τὸ οὔπω κτηθὲν ἔχεται καὶ τῷ μὲν ἐλάττονι τὸ πρᾶγμα κρίνεται, τῷ πλείονι δὲ οὐ δοκιμάζεται. τοιαῦτα τῷ δαίμονι δέδοκται περὶ ἐκατέρων τῶν λόγων. διὰ ταῦτα λύπην ἐκ τῶν διδασκαλείων οἴκαδε κομίζομεν πλὴν τοῦ καταβοῆσαι τοῦ καιροῦ ποιεῖν οὐδὲν ἔχοντες. 6. Ἀλλὰ τοῦτο μὲν ἀτύχημα καὶ τῆς αἰτίας ἐκτὸς ἡμεῖς, ἀφ’ ἦς τὰ εἰρημένα· περὶ δὲ τῶν ἀποστάσεων 3 cf. p. a 281,9 sq. 9 cf. p. a 283,3; t, II 537,14 et 541,15 R 1 ταῖς ἀναγκαίαις coni Re at cf. p. a 199, 14 6 τους ἁπάντων τῶν ἀγαθῶν Ι 7 τούς Ρ sed in ras m2, Β Ι δὲ Re οὐδὲν Β sed δὲν add m2 Ι ὕθλου καὶ πόνου coni Mor Ι καὶ πόνον in marg A πόνων καὶ om IV πόνων scripsi auctore Re πόνον reliqui libri edd 8 „malim ἀναγωγαὶ“ Re fortasse rece cf. t. II 71, 2 9 κράτος Mor 10 μεγίσταις Β num μεγάλαις ut p. a 281, 22? 12 κομιδῆι Α 13 γε] μὲν 14 τοῦ] τὸ Mor 19 διδασκάλων Mor sed διδασκαλείων coni 22 ὑφ’ coni Mor αἷς γέγονε τὸ διδάσκειν πονηρότερον, τίνα ἀνθ’ ὑμῶν αὐτῶν αἰτιάσεσθε; ἢ μικρὰν ἀθυμίαν ταύτας ἔχειν R II 423 φήσετε; Ι οὐ δεδηγμένος ἀπέρχεταί τις τὴν καρ- δίαν, εἰ ὁ χθὲς μαθητὴς σήμερον ἑτέρου γεγένηται; οὐκ ἀηδὲς ἄριστον; οὐκ ἀπορία δείλης; οὐ πικρὸν τὸ δεῖπνον; οὐ τὸ πλέον τῆς νυκτὸς ἐν ἀγρυπνίᾳ; οὐ τῆς ὑστεραίας μισεῖται μὲν ὁ θρόνος, ἐχθρὸν δὲ τὸ τῶν λόγων χωρίον, ὕποπτον δὲ τὸ μένον ἔτι, θρασὺς δὲ ὁ ἀποστὰς ἀπαντῶν ἐξεπίτηδες σὺν ὕβρει τῷ τέως διδασκάλῳ, πάντων ἐπιλελησμένος, ἐκβαλὼν μὲν τῶν ὀμμάτων τὴν ὀφειλομένην αἰδῶ, μεστὸν δὲ αὑτὸν πεποιηκὼς τῆς εἰς ἐκεῖνον ἀσελγείας, ἀπὸ παντὸς ἔργου τε καὶ σχήματος ἀνιᾶσαι προθυμούμενος, κεκραγώς, εἰ μισθοῦ τις μνησθείη, τὸ καὶ τὸν χρόνον αὑτῷ τηνάλλως ἀνηλῶσθαι καὶ μηδὲν εἰδέναι καὶ μηδὲν ἀκηκοέναι καὶ βραδέως ἀφεστάναι καὶ χρῆναι πάλαι τοῦτο πεποιηκέναι καὶ μισθὸν ἀμαθίας οὐ νενομίσθαι.