εἰ μὲν οὖν μὴ τὴν ἴσην ἔχων πρὸς ἕκαστον ὑμῶν εὔνοιαν εἰς τήνδε διετέλεσα τὴν ἡμέραν, ἀλλὰ τοῖς μὲν συμπράττων, τοῖς δ’ ἐναντιούμενος, εἰκότως ἂν καὶ νῦν ὑπωπτευόμην οὐ τὸ κοινῇ συμφέρον ζητεῖν, τῇ δὲ πρὸς ἐνίους χάριτι πρὸς τοῦτο ἥκειν· ἐπεὶ δὲ πολλῶν πατέρων κύριόν με ποιουμένων ἐν ταῖς ὑπὲρ διδασκάλων ἐκλογαῖς οὐδαμοῦ προκρίνας ἕτερον ἑτέρου φανήσομαι, δικαίως ἂν πιστευοίμην τήμερον ἀπὸ τοῦ πάντων ὁμοίως κήδεσθαι πρὸς τὴν τῶν οὐ δοκούντων μοι καλῶς ἔχειν ἐπανόρθωσιν ὡρμηκέναι. ὃ γὰρ ἐμὲ R II 421 μὲν οὐδὲν Ι τῷ μὴ εἶναί μοι τὸν ἀντικαθήμενον, τὰ δὲ τῶν ἄλλων ὑμῶν βέβλαφέ τε πολὺν ἤδη χρόνον καὶ εἰ μή τις ἐπισχήσει, βλάπτον οὐ στήσεται, τοῦτ’ ἄξιον ἐνταῦθα δέξασθαι τὴν τελευτήν. 3. Μάλιστα μὲν οὖν, εἰ καὶ χρηστῆς ἀπήλαυε τῆς τύχης τὰ τῶν ἡμετέρων λόγων καὶ πλεῖν ἐξ οὐρίων ὑπῆρχεν, ὥσπερ τοῖς πρὸ ἡμῶν ταῖς τῶν νέων έφεστη- κόσιν ἀγέλαις, οὓς τὸ πολλοὺς εἶναι τοὺς ἐπιθυμοῦντας μανθάνειν εὐδαίμονας ἐποίει, καὶ τότε μὲν ἂν εἰκὸς ἦν σκοπεῖν, ὅπως μηδὲν μηδαμόθεν ἔσται τὸ ζημιῶσον· νῦν δέ, ὡς ὁρᾶτε, βαπτιζομένου τοῦ πράγματος καὶ πάντων ἐπ’ αὐτὸ κεκινημένων τῶν πνευμάτων οὐδ’ εἰ σφόδρα βούλοισθε, κακῶς ἔξεστι φρονεῖν καὶ προστι- 17 cf. t. Ι 81,14 18 cf. t. Ι 358,13; II 126,17 2 δ’ Re 4 τοῖς Ρ 5 δὲ Γα edd 6 κοινὴ ΡΙΒ 7 πρὸς (2)] εἰς Ι 8 πραγμάτων Mor 12 γρ κακῶς in marg Mor 13 τὸ Mor 15 βλάπτειν Mor sed γρ βλάπτων in marg 17 οὖν in ras V2 Ι ἀπέλαυε VaVRe 18 τύχης τὰ τῶν in ras 6 fere litt V2 Ι ἡμετέρων V sed ἡ in ras m2 Ι ἐξουρίων Ρ 24 αὐτῶ Ι θἐναι τοῖς ἀναγκαίοις ἑκούσιον ζημίαν.