πρὸς δὲ τούτοις ἐξετάζεσθαι μὲν ἄξιον ὑπὸ τῶν πατέρων Ι τοὺς υἱεῖς τῶν μὲν παρ- R II 429 ὄντων, τῶν δὲ ἀπόντων, ἢ κρίνειν αὐτῶν δυναμένων ἢ τοῖς κρίνειν ἐπισταμένοις χρωμένων, ὁρωμένης δέ τινος ἐν τοῖς νέοις τῶν ἐφεστώτων ῥᾳθυμίας ἐξέστω μέμφεσθαι, κατηγορεῖν, ἐγκαλεῖν, αἰτιᾶσθαι, καὶ καθι- ζέτω μέν, εἰ βούλοιτο, δικαστὰς ὁπόσους ἂν ἐθέλῃ, τῶν ἔξωθέν τινας τοῖς διδάσκουσιν ἀναμιγνύς, γρα- φέσθω δὲ τὸν ἠμεληκότα παραστησάμενος τὸν νέον. κἂν μὲν ἀρκῇ ποιῆσαι προθυμότερον τὸν ἐξεληλεγμένον, πρᾷός τις καὶ μέτριος νομισθεὶς ἀπερχέσθω, νικῶντος 23 Dem. p. 546,20 2 ἔξεστιν — αἷς in marg C2 4 ὅς Mor 6 ὅπερ Μor 8/9 βο]υλομένοις inc Par 10 σιωπή Va Mor 12 αὐτοῦ IVaV Mor Ι λέγεσθαι Ρ sed ε (2) in ras m4 13 γενομένην Par Mor 21 ἐθέλοι C 24 δοκῆ Cobet Coll. 135 25 πρᾶος Ρ sed ραο in ras m2, ΙΒ δὲ μεθιστάναι τὸν νέον ψήφῳ τῶν δικαζόντων τοῦτο ποιήσας μένειν ἐάτω τὰ συγκείμενα. καὶ προσγεγράφθω δέ, ὦ φίλοι, τό· εἰ δέ τις ἁλοίη περί τινα τῶν νέων ἀργότερος γεγονώς, τοῦτον μηδὲν ἀδι- κεῖσθαι νομίζειν, ἢν τῷ νέῳ τις βοηθεῖν οἴηται δεῖν. 17. Τοῖς μὲν οὖν γονεῦσιν ἀποχρήσειν ταῦτα ὑπολαμβάνω, ἴσως δέ τις ὑμῶν ἐν ἐλπίσιν ὢν ἕξειν τινὰς δι’ ἀποστάσεων νέους δυσχεραίνει τὴν περὶ τῶν συνθηκῶν παραίνεσιν. δεῖ δὲ τοῦτον μὴ μόνον ὃ λήψεται σκοπεῖν, ἀλλ’ ὡς καὶ αὐτὸς ἴσως ἄν τινας τὸν αὐτὸν ἀφαιρεθείη τρόπον. πέφυκε δὲ ἄνθρωπος οὐχ οὕτως εὐφραίνεσθαι κερδαίνων, ὡς ἀλγεῖν ζημιού- μενος. πότερον οὖν κρεῖττον μήτ’ ἐκείνην ἥδεσθαι τὴν ἡδονὴν μήτε ταύτην λυπεῖσθαι τὴν λύπην ἢ ζῆν ἐν ἀμφοτέροις, ἐλπίδι τε τοιαύτῃ καὶ φόβῳ, καὶ χειμα- ζόμενον τὴν ψυχὴν νύκτα τε καὶ ἡμέραν διάγειν τοῦ μὲν ἐρῶντα, πρὸς δὲ ἐκεῖνο τρέμοντα;