ὅτι γὰρ οὐχ ὡς ἐπὶ βελτίω τὸν δεύτερον ἄγουσι, παντί τῳ δῆλον. τούς τε γὰρ τὰ τοιαῦτα | R II 427 εἰδότας ἦν ἐξ ἀρχῆς ἐρωτᾶν, σφαλέντα δὲ καὶ ἐξηπατημένον εὐθὺς ἔδει ποιεῖν τὸ δεύτερον. νῦν δὲ ἐνιαυτῶν παριόντων καὶ τῶν ὡρῶν τὸν περὶ τοῦ μισθοῦ λόγον εἰς μέσον ἀγουσῶν τότε τὴν ἀχλὺν ἀφαιρεθέντες διορῶσι τό τε βέλτιον καὶ τὸ χεῖρον. καί φασιν ἀπενεχθῆναι τὴν ἀρχὴν τοῦ δέοντος οὐκ ἄλλο τι νομίζοντες εὑρηκέναι κάλλιον, ἀλλ’ ὅπως μετ’ εὐπρεπείας ἀγνωμονοῖεν καὶ δοκῶσιν ἐρᾶν τοῦ τονος. σημεῖον δέ, πολλοὶ πάλιν ἐπὶ τοὺς αὐτοὺς ἐπανῆκον ὡς ἀμείνους ὧν ἀπέστησαν ὡς χειρόνων. καίτοι πῶς ἔνι τὸν αὐτὸν βελτίω τε καὶ φαυλότερον εἶναι; οὐκ ἔστιν. ἀλλ’ ἔτος, οἶμαι, πάλιν παρὰ τῷ δευτέρῳ διελθὸν καὶ αἰ ὧραι πάλιν καὶ μισθοῦ καιρὸς τὴν δόξαν ἐκίνησαν. 14. Ἀλλά, νὴ Δία, τῷ θαρρεῖν ἔχειν ἀπὸ τῶν συνθηκῶν δόξομεν νωθροτέρας ποιήσε- σθαι τοῦ λοιποῦ τὰς συνουσίας ὡς οὐκ ὂν ἑτέρωσε μεθορμίσασθαι. ἀλλ’ οὐκ εἰδότων ἡμᾶς ἥ γε τοιαύτη δόξα. καὶ πρός γε εἰς διδαχὴν τῆς 2 Choric. Philarg. § 52 8 II. ε 127 12 cf. t. II 536, 1 R 23 Plat. Rep. p. a 328 Α; 466 E 2 et 5 ἐξαρχῆς BV 3 δόξασι I οὐχὡς Ρ sed ’ in ras m2 4 που? Sintenis at cf. t. 1 II 164, 5; Her. VII 210 7 num περι- ιόντων coll. Her. II 121, 3; IV 155, 1 ? 11 δίκαιον CV 16 ἰτὸς] εἴ τις Mor Ι πάλιν] ἐνιαυτὸς coni Mor 17 διελθὼν Ι Mor 18 ἐκίνησε Ι 19 τὸ ΙΒ 20 νωθροτέρους Ι | ποιήσασθαι Mor 21 τουλοιποῦ ΒV 22 μεθορμίσασθαι; PIBV 22 ἡμᾶς et 345, 1 ἡμετέρας scripsi e V ut coni Re ὑμᾶς et ὑμετέρας reliqui libri edd ἡμετέρας φιλοπονίας ἱκανὸν τὸ καὶ τὰς ἡμέρας ἐν αἷς ἔξεστιν ἀργεῖν, ἐργάζεσθαι. λέγω δὲ ταύτας ἐν αἷς οἱ τὰς ἀρχὰς ἔχοντες νῦν μὲν εἰς θέατρον, νῦν δ’ εἰς ἱππόδρομον ἀγείρουσι τὸν ὄχλον τιμῶντες αὐτὰς ὥς τι τοῖς βασιλεῦσιν ἐνεγκούσας ἀγαθόν. οἱ Ι μὲν R II 428 οὖν κήρυκες βοῶσι χωρούντων τε ἐκείνων ἐφ’ ἅπερ ἔφην καὶ πάλιν ἀναστρεφόντων, ἡμεῖς δὲ ἀκούοντές τε καὶ τὸ πρᾶγμα εἰδότες πονοῦμεν ἃ μὴ πονεῖν βου- λομένοις ὑπῆρχεν. οὐ γὰρ ἂν ἀπόστασιν ἐν κοινῇ τοῦτ’ ἐποίει σιωπῇ.