οὐκοῦν οὐ μόνον ὑμῖν ὑπάρξει κομί- σασθαι διὰ τῶν συνθηκῶν τὴν ἐλευθερίαν, ἀλλὰ καὶ τοῖς νέοις ἀμείνοσι γενέσθαι βλακεύειν διὰ τὰς ἀνάγ- κας οὐκ ἔχουσι. δεῖ γὰρ δὴ μένοντας ἢ βούλεσθαι 2 τινὰ Β sed να in ras m2 3 δίκην Mor 8 γνώτω— 9 τρυφή om Va Mor 12 καὶ ἐκείνους Re 13 αὑτοὺς edd 15 δ’ Re Ι ἔνεργοι Re 16 et 17 περὶ V 23 ἔχης Va Mor | οὐκανάσχη Ι πονεῖν ἢ προσαναγκάζεσθαι. πληγὰς δὲ οὐ κωλύσει φόβος ἀποστάσεων. νῦν Ι δ’ οἱ μὲν ῥᾳθυμοῦσιν, R II 426 οἱ δ’ οὐκ ἐπιτιμῶσι, καὶ οἱ μὲν καθεύδουσιν, οἱ δ’ οὐκ ἐπεγείρουσι, καὶ οἱ μὲν πλημμελοῦσιν, οἱ δὲ σιωπῶσιν εἰδότες μέν, ὡς οὐ δίκαια ποιοῦσιν, οὐκ ἀκινδύνους δὲ αὑτοῖς τὰς νουθεσίας εὑρίσκοντες. 11. Ἀλλὰ δεινὸν εἶναι φήσουσιν οἱ πατέρες, εἰ μὴ τὰ δοκοῦντα σφίσι περὶ τῶν παίδων ἔσται μηδὲ ἐπιτρέψει τις ὅτῳ βούλονται παραδοῦναι. καὶ γὰρ οἱ διδάσκαλοι δεινὸν εἶναι φήσουσιν, εἰ μηδεὶς αὐτοὺς ἐάσει διακρίνειν οἷς τε δεῖ συνεῖναι τῶν νέων καὶ οις μή. ἔστι σοι παῖς. τοῦτον βούλει τῆς τοῦ λέγειν δυνάμεως μετασχεῖν. κάθηνται πολλοὶ διδάσκαλοι χρόνῳ μακρῷ βεβασανισμένοι πεῖραν σφῶν αὐτῶν ἐν οἷς ἤδη τινὰς πεπαιδεύκασι δεδωκότες. τούτων ὂν ἂν οἱ λογισμοὶ πείθωσιν ἑλόμενος ἔα παραδοὺς μένειν.