αἰδοῦς δὲ ὅτι πλείστης ἠξίωται μὲν ὑπὸ τῶν παι- δευομένων νέων, ἠξίωται δὲ ὑπὸ τῶν ἐν τοῖς δικαστη- ρίοις τῷ ῥητορεύειν χρωμένων. ἔστι δὲ αἰδέσιμος μὲν τῇ ἡμετέρᾳ βουλῇ, τοιοῦτος δὲ <καὶ> τοῖς δι’ ἃς ἦρξαν 1 Luc. Peregr. 4 3 et 23 cf. ep. 842 3 ὦ om B 5 δὴ om V 6 τόποις I | οὔτ᾿ (3) Re 10 τοὺς ante θεοὺς Va | καὶ τἀν] κἀν C | τὲ post εἰκὸς ΙΒ et inser A P εἰκός τε Μ Bong 13 δὲ ΙΒΜ Bong 16 τὸν Ι 17 αὐτῷ IBMV Bong 20 τοῖς C | οὐδὲν V 22 ὑπὸ τῶν] τῶν ὑπὸ I | τοῖς om C 23 μὲν] καὶ Bong 24 καὶ inserui auctore Re ἀρχὰς ἀξιοῦσι τιμᾶσθαι. καὶ οὐδεὶς οὕτω τῶν πατέρων τὸν ἄνδρα ἠγνόηκεν, ὡς μὴ τοὺς παῖδας τοὺς αὑτοῦ Θαλασσίου μᾶλλον ἢ τοῦ γεγεννηκότος εὔξασθαι γενέ- σθαι μαθητάς. ἀλλὰ μὴν ὅτι μὲν φιλόσοφος κέκληται, γνοίης ἂν ῥᾳδίως, <ὦ> βασιλεῦ, διὰ ποίων δὲ πραγ- μάτων κτήσαιτ’ ἄν τις τὴν προσηγορίαν, οὐκ ἀγνοεῖς. 10. Τοῦτον οὖν οὐκ εισιόντα ἑκόντα χρῆν ἀπε- λαύνειν, ἀλλὰ καὶ μὴ βουλόμενον εἰσάγειν οἴεσθαί τε R II 304 διδόναι τι μᾶλλον αὐτὸν ἢ | λαμβάνειν καὶ κοσμεῖν μᾶλλον ἢ κοσμεῖσθαι καὶ μείζους ποιεῖν ἢ γίγνεσθαι. ἐνθυμοῦ γάρ, οἷον ἂν ἦν, ὦ βασιλεῦ, τὸ συνέδριον, οὐκ εἰς χρημάτων λέγω λόγον, ἀλλ’ εἰς τρόπων, εἰ τούτῳ πάντες ἐῴκεσαν. ἴσμεν δὲ καὶ τὴν Σπάρτην θαυμαζομένην ὑπὸ τῶν ἐν πλούτῳ πόλεων αὐτὴν δη- μοσίᾳ πενομένην πειθομένην τῷ θεῷ. εἶναι μὲν οὖν τοὺς ἐν τῇ βουλῇ Θαλασσίου πάντας εὐπορωτέρους ὁμολογῶ, εἶναι δέ τινα τοῦδε δικαιότερον οὔ φημι. 11. Τὸν δὴ τοιοῦτον Ὀπτάτος ἀπεώθει, τίς ὢν αὐτός; τίνος ἀμείνων; τίνος οὐ χείρων; τί καλὸν ἔχων εἰπεῖν ὑπὲρ αὑτοῦ; ὅς ἡνίκα μὲν ἐμάνθανε γράμματα, μίσει τῷ τούτων ἀποδρὰς εἴς τινα καταφυγὼν αἱμασιὰν ἔκειτο καὶ οὐκ ἐζητεῖτο τοῖς θεοῖς τῶν γονέων εἰδότων χάριν τοῖς αὐτὸν ἐκβαλοῦσιν. ἡ τροφὸς δὲ ἐθρήνει μέν, ἐθρήνει δὲ τὸ μὴ θρηνεῖσθαι παρὰ τοῖν τοκέοιν 4 cf. p. 289,11; 315,5 15 cf. t. IV 981,6 R. Tyrt. fr. 3 apud Diod. Sic. VII 3. Plut. Lyc. 30 2 αὑτοῦ Re αὐτοῦ libri Bong 3 τοῦδε Va 4 καθη- γητάς Μ Bong qui μαθητάς ex Ι reponendum coni | μὲν om Bong 5 ὦ inserui 10 num μείζονα? 11 τὸ συνέδριον ὦ βασιλεῦ ΙΒΜ Bong 17 εἰδέναι C | τούτου CB 20 εἰπεῖν ἔχων V | αὐτοῦ Β 23 ἐκβάλλουσιν V τὸν υἱόν. οἱ καὶ τὸν γεωργὸν τὸν περιτυχόντα τε καὶ ἀνελόμενον καὶ κομίσαντα κεναῖς ταῖς χερσὶν ἀπέπεμψαν ἔργον ἐχθρὸν ἑαυτοῖς πεποιηκέναι νομίζοντες συμφορὰν ἐξελθοῦσαν αὖθις εἰσαγαγόντα.