ἵπποι δὲ καὶ ἅρματα καὶ σκηνὴ καὶ ἡνίοχοι καὶ πάντα ταῦτα ἀπέρ- ριπται, καὶ λοιδορεῖ μὲν οὐδένα τῶν τούτοις των, αὑτῷ δὲ ἕτερα προσήκειν ἡγεῖται. μαχόμενον δὲ οὐδεὶς αὐτὸν πώποτε εἶδεν ὑπὲρ ἀργυρίου καὶ χρυσίου οὐδ’ ἄγχοντα τραπεζίτας οὐδὲ θηρῶντα φεύγοντας οὐδὲ τοὺς ὑπ’ ἐκείνοις παῖδας οὐδὲ ἀδικοῦντας παίοντα.