ἵπποι δὲ καὶ ἅρματα καὶ σκηνὴ καὶ ἡνίοχοι καὶ πάντα ταῦτα ἀπέρ- ριπται, καὶ λοιδορεῖ μὲν οὐδένα τῶν τούτοις των, αὑτῷ δὲ ἕτερα προσήκειν ἡγεῖται. μαχόμενον δὲ οὐδεὶς αὐτὸν πώποτε εἶδεν ὑπὲρ ἀργυρίου καὶ χρυσίου οὐδ’ ἄγχοντα τραπεζίτας οὐδὲ θηρῶντα φεύγοντας οὐδὲ τοὺς ὑπ’ ἐκείνοις παῖδας οὐδὲ ἀδικοῦντας παίοντα. αἰδοῦς δὲ ὅτι πλείστης ἠξίωται μὲν ὑπὸ τῶν παι- δευομένων νέων, ἠξίωται δὲ ὑπὸ τῶν ἐν τοῖς δικαστη- ρίοις τῷ ῥητορεύειν χρωμένων. ἔστι δὲ αἰδέσιμος μὲν τῇ ἡμετέρᾳ βουλῇ, τοιοῦτος δὲ <καὶ> τοῖς δι’ ἃς ἦρξαν 1 Luc. Peregr. 4 3 et 23 cf. ep. 842 3 ὦ om B 5 δὴ om V 6 τόποις I | οὔτ᾿ (3) Re 10 τοὺς ante θεοὺς Va | καὶ τἀν] κἀν C | τὲ post εἰκὸς ΙΒ et inser A P εἰκός τε Μ Bong 13 δὲ ΙΒΜ Bong 16 τὸν Ι 17 αὐτῷ IBMV Bong 20 τοῖς C | οὐδὲν V 22 ὑπὸ τῶν] τῶν ὑπὸ I | τοῖς om C 23 μὲν] καὶ Bong 24 καὶ inserui auctore Re ἀρχὰς ἀξιοῦσι τιμᾶσθαι. καὶ οὐδεὶς οὕτω τῶν πατέρων τὸν ἄνδρα ἠγνόηκεν, ὡς μὴ τοὺς παῖδας τοὺς αὑτοῦ Θαλασσίου μᾶλλον ἢ τοῦ γεγεννηκότος εὔξασθαι γενέ- σθαι μαθητάς. ἀλλὰ μὴν ὅτι μὲν φιλόσοφος κέκληται, γνοίης ἂν ῥᾳδίως, <ὦ> βασιλεῦ, διὰ ποίων δὲ πραγ- μάτων κτήσαιτ’ ἄν τις τὴν προσηγορίαν, οὐκ ἀγνοεῖς. 10. Τοῦτον οὖν οὐκ εισιόντα ἑκόντα χρῆν ἀπε- λαύνειν, ἀλλὰ καὶ μὴ βουλόμενον εἰσάγειν οἴεσθαί τε R II 304 διδόναι τι μᾶλλον αὐτὸν ἢ | λαμβάνειν καὶ κοσμεῖν μᾶλλον ἢ κοσμεῖσθαι καὶ μείζους ποιεῖν ἢ γίγνεσθαι. ἐνθυμοῦ γάρ, οἷον ἂν ἦν, ὦ βασιλεῦ, τὸ συνέδριον, οὐκ εἰς χρημάτων λέγω λόγον, ἀλλ’ εἰς τρόπων, εἰ τούτῳ πάντες ἐῴκεσαν. ἴσμεν δὲ καὶ τὴν Σπάρτην θαυμαζομένην ὑπὸ τῶν ἐν πλούτῳ πόλεων αὐτὴν δη- μοσίᾳ πενομένην πειθομένην τῷ θεῷ. εἶναι μὲν οὖν τοὺς ἐν τῇ βουλῇ Θαλασσίου πάντας εὐπορωτέρους ὁμολογῶ, εἶναι δέ τινα τοῦδε δικαιότερον οὔ φημι. 11. Τὸν δὴ τοιοῦτον Ὀπτάτος ἀπεώθει, τίς ὢν αὐτός; τίνος ἀμείνων; τίνος οὐ χείρων; τί καλὸν ἔχων εἰπεῖν ὑπὲρ αὑτοῦ; ὅς ἡνίκα μὲν ἐμάνθανε γράμματα, μίσει τῷ τούτων ἀποδρὰς εἴς τινα καταφυγὼν αἱμασιὰν ἔκειτο καὶ οὐκ ἐζητεῖτο τοῖς θεοῖς τῶν γονέων εἰδότων χάριν τοῖς αὐτὸν ἐκβαλοῦσιν. ἡ τροφὸς δὲ ἐθρήνει μέν, ἐθρήνει δὲ τὸ μὴ θρηνεῖσθαι παρὰ τοῖν τοκέοιν 4 cf. p. 289,11; 315,5 15 cf. t. IV 981,6 R. Tyrt. fr. 3 apud Diod. Sic. VII 3. Plut. Lyc. 30 2 αὑτοῦ Re αὐτοῦ libri Bong 3 τοῦδε Va 4 καθη- γητάς Μ Bong qui μαθητάς ex Ι reponendum coni | μὲν om Bong 5 ὦ inserui 10 num μείζονα? 11 τὸ συνέδριον ὦ βασιλεῦ ΙΒΜ Bong 17 εἰδέναι C | τούτου CB 20 εἰπεῖν ἔχων V | αὐτοῦ Β 23 ἐκβάλλουσιν V τὸν υἱόν. οἱ καὶ τὸν γεωργὸν τὸν περιτυχόντα τε καὶ ἀνελόμενον καὶ κομίσαντα κεναῖς ταῖς χερσὶν ἀπέπεμψαν ἔργον ἐχθρὸν ἑαυτοῖς πεποιηκέναι νομίζοντες συμφορὰν ἐξελθοῦσαν αὖθις εἰσαγαγόντα. ὁ δ’ ὁρῶν ἀδελφὸν πρεσβύτερον ἀγαπώμενον διὰ τὴν περὶ πάντα τὰ προσ- ἥκοντα προθυμίαν καὶ θεραπευομένους εὐχαῖς ὑπὲρ αὐτοῦ τοὺς θεοὺς παῖς ἔτ’ ὢν ἐτόλμησε μάγοις δια- λεχθῆναι καὶ τἀδελφοῦ τὸν θάνατον αἰτῆσαι παρ’ | αὐτοῦ τοῦ θανάτου τὸν μισθὸν αὐτοῖς ἥξειν λέγων R II 395 καὶ τὸ μὴ δύνασθαι δοῦναι τῷ φάσκειν δώσειν ἐπαν- ὀρθῶν. ἁλοὺς δὲ τοιαῦτα ἐπιβουλεύων τὸν ἐπιβου- λευθέντα βοηθὸν λαβὼν τῇ φύσει ταύτην ἐκείνου δόντος τὴν χάριν ἀφείθη. καὶ μικρὸν ὕστερον, οἷα τὰ τῆς τύχης, ἀπῆλθον ὅ τε σώσας τὸν ἀποκτεῖναι βουλη- θέντα καὶ οἱ γονεῖς. θάψας δὲ οὗτος ἀδακρυτὶ τοὺς γονεῖς καὶ γενόμενος τῆς οὐσίας κύριος καὶ παι- δείαν φυγὼν καὶ πονηροτάτοις συζῶν κἀντεῦθεν κτη- σάμενος τὸ μηδὲν αἰσχύνεσθαι προσπίπτων ἀνθρώποις πρεσβυτέροις καὶ μεμαθηκόσιν ἐρυθριᾶν καὶ νομίζουσιν αἰσχρὸν τὰς πρὸς τοῦτον μάχας τὸν οὐδέν, οὐκ ἔργον ἐξ ἀγορᾶς, οὐ ῥῆμα ἀπαίδευτον, οὐ τὴν ἐν τοῖς λοις ἀσχημοσύνην ὀκνοῦντα, βορβοροτάραξιν ἀτεχνῶς, ταῦτα τοίνυν ἐφόδια λαβὼν εἰς ἀναίδειαν τοὺς πολλοὺς καταστρεψάμενος δι’ ὕβρεων γίγνεται φοβερός. καὶ 22 Ar. Eq. 309 cum scholio 2 ἀπέπεμψαν Ρ sed αν in ras m3 3 ἐχθρῶν ΒΜ sed in hoc γρ ἐχθρὸν in marg m2 | αὐτοῖς V 4 εἰσαγαγόντες Β | ὃ ΑΡ ὃ IBMV Bong 7 ἔτι Ι 11 ἁλοὺς Ρ sed ’ in ras m2 16 ὁσίας Va 18 προσπίπτων Ι sed σ in ras m2 24 γίνεται IBMV Bong δέον αὐτὸν ἐξωσθῆναι πάλαι τοῖς αὑτοῦ βελτίοσι κλείει τὰς θύρας γαυριῶν τῷ δύνασθαι δέον τῷ οὕτω καταδύεσθαι. 14. Πολλοῦ γὰρ ἄξιος ἐγένετο, τοῖς R II 396 Αἰγυπτίοις. καὶ τοὺς τῆς ἀρχῆς | μῆνας ἐκείνης προσκυνοῦσι. κατορύττουσι μὲν οὖν τῷ λόγῳ καὶ ἀνορύττουσι κἀν ταῖς ἀποφράσι τῆς ἀρχῆς τὸν χρόνον ἔχουσι· τοσούτων κακῶν πέλαγος ἐπισχεῖν τὴν Αἴγυπτον τῶν μὲν ἀδίκων ἰσχυόντων, τῶν δ’ ἀδι- κουμένων προδιδομένων, τῆς δ’ ἀγορᾶς ἀπηνθηκυίας, τοῦ δήμου δὲ ἠμελημένου, λόγων δὲ πεφευγότων. πῶς δ’ οὐκ ἔμελλον μετὰ Πτολεμαῖον τοιαῦτα ἠδικημένον; ὃν ἀποσπάσας ἐξ αὐτῶν τῶν ἀγαλμάτων ὑφ’ ὧν τοῖς ὀφθαλμοῖς ἔζη δι’ εὐχῶν καὶ σπονδῶν καὶ θυσιῶν καὶ βιβλίων πορευόμενος ἦν τε ἤδη γηραιὸς ταῦτα αὐτῷ τὰ καλὰ τοῦ χρόνου συνειδότος, ἀλλ’ ὅμως τοῦτον ἥρπασεν ἐξ ἱερῶν, ἐπὶ δικαστήριον μετέθηκεν, ἀνεκρέμασε, χερσὶ βαρείαις ἔδραμε διὰ πλευρῶν τὴν τῶν οὐδαμοῦ πεπραγμένων ζητῶν ὁμολογίαν, μόνον οὐ πίνων τοῦ αἵματος οὐδὲ τὰς πολιὰς αἰδούμενος. 2 Dem. de cor.p. 308,6 7 cf. p. 180,1 11 sq. cf. p. 315,7 sq. 1 πάλιν I | αὐτοῦ ΙΒΜ Bong | βελτίοσι Ι sed βελτί in ras m2 2 τῷ (2)] τὸ ΙΒΜ Bong 4 ἐγένετο om Bong 6 προσκυνοῦσι,. Re | τῷ om Re 8 τοσοῦτον ω Ι | ἐπέσχε? 13 ἀποσπάσαι Ι 14 σπονδῶν καὶ om V 17 τοῦτο V | πλευρῶν ἱερῶν ἐπὶ δικαστήριον, μετέθηκεν Bong 18 πληγῶν Μ 19 πεπραγμένων Ρ sed ων per rasuram in ον corr et οις suprascr m3 | μόνον οὐ V μονονοὺ μονονοὺ Ι) reliqui libri edd 20 οὐδὲ τὰς scripsi auctore Cobeto Coll 133 οὐδετέρας IV οὐδ’ ἑτέρας reliqui libri edd οὐδ’ ἐθείρας coni Re Anim | πολιᾶς C πολιᾶ'σ Ι καίτοι συνδειπνῶν ἴσως τισίν, οὐ γὰρ δὴ φοιτῶν, οὐδὲ γὰρ ἐφοίτησεν, ἤκουσεν, ὡς Ἀχιλλεὺς δέξαιτο τὸν Πρίαμον πατέρα ὄντα τοῦ τὸν φίλτατον ἀπο- κτείναντος αὐτῶ. ὁ δὲ ἀπ’ αὐτοῦ τοῦ γήρως ὕβριζεν ἀγανακτῶν, ὅτι μὴ συκοφάντης ὁ φιλόσοφος ἦν.