ἀλλ’ Ὀπτάτος, ὦ Ζεῦ βουλαῖε, τοι- ούτοις ἐδέξατο τὸν ἐραστήν. ὅς, εἰ τὸν μιαρώτατον ἔχρησεν ὁ θεὸς ἐν κοινῷ τινι θῦσαι κακῷ, πάντως ἂν ἦν ὁ σφαττόμενος, ἐπεὶ καὶ τὴν ἐσχάτην εἴπερ ἔδει τιμᾶσθαι κακίαν, ἐστεφανοῦτ’ ἂν οὗτος. ὃς τοῦ μὴ φιλεῖν σοι τὴν πόλιν μέγα σημεῖον ἐκφέρει τὸ μῖσος τὸ κατὰ τῆς γυναικός. μισεῖ δὲ αὐτὴν μισούμενος, μισεῖται δὲ προπηλακίζων τὸν Ὑμέναιον ἀκολασίᾳ καὶ τῇ μὲν προικὶ πλουτῶν, τῷ πλουτεῖν δὲ κατ’ ἐκείνης παρ’ ἧς τὸ πλουτεῖν αὐτῷ, χρώμενος.