ἄνευ δὲ τῶν ἐν τῷ συνεδρίῳ τῶν ψευδῶν οὐδ’ αὐτὸ καθ’ αὑτὸ κρινόμενον, ἡ εἰκών, τιμὴν ἄν τινα φέροι. ἔστησε μὲν γὰρ ταύτην, ἔστησε δὲ πρὸ ταύτης ἑτέρας ἑτέρων, ὧν οὐκ ἂν ἴσως ἕτερός τις. εἰ δὲ καὶ ἐμὲ πεποιημένος ἀρχήν, εἶθ’ ἥκων ἐπ’ ἐκείνας, οὐ σφό- δρα ἂν ἐτίμα, τίς ἡ τιμὴ μετ’ ἐκείνας ἐπὶ τήνδε ἀφῖ- χθαι; ἀλλ’ ἔστω τιμὴ σανίς τε καὶ χρώματα· οὐκοῦν μείζων λόγος πανταχῆ φερόμενος; ἀπειληφὼς τοίνυν 8 Dem. Chers. p. 101,26 sq. 6 αὐτῷ 01 7 εἶδε Ι 10 οὖν om Ι 13 ἔφασκεν scripsi coll. p. 257,8 ἔπασχεν libri edd 17 τῶν] τοῦ BM Bong 21 ἑτέρων ἑτέρας ΙΒΜ ἑτέρων om Bong 22 εἶθ’ in ras Β εἶτα ΙΜ Bong 22 et 23 ἐκείνους Re 24 οὐκ οὖν C 25 μεῖζον Re | πανταχοῖ APVaBM edd τὴν χάριν δότω τὴν δίκην. ἀρκέσει δὲ ἡμῖν, ἢν ὑβρι- στὴν εἶναι ψηφίσῃ τὸν ἄνθρωπον. 45. Ἔχω τινὰ καὶ τρίτον αἰτιάσασθαι, | βασι- R II 415 λεῦ, τὸν Γαίσωνος τὸν μετὰ τὴν Ἀρκαδίαν καὶ τὴν ἐν Ἀρκαδίᾳ πενίαν πλούσιον καὶ πρὸς τοσοῦτον ἥκοντα χρημάτων, ὥστ’ αὐτῷ καὶ χρυσᾶς οἰκίας ἐξεῖναι ποιεῖν ἁμιλλωμένας πρὸς τὰς ἐκ λίθου, περὶ ἃς καὶ αὐτάς οὕτω δεδαπάνηται λαμπρῶς, ὥστε μανίαν εἶναι τὸ πρᾶγμα δοκεῖν. οὗτος τοίνυν τιμαῖς ἁπάσαις παρ’ ἐμοῦ τιμηθεὶς <μάτην>, καὶ γὰρ ἐν οἷς εἶχεν, εἴπερ ἤθελεν, ἡμᾶς ποιῆσαι καλῶς, οὐκ ἐποίησε, τῶν ἠδικηκότων καὶ αὐτὸς γεγένηται δίκας ὀφείλειν τῷ συνεδρίῳ λέγων τοὺς μαρτυρήσαντας ἄν. καὶ ἐκέλευεν αὐτοὺς εἰς μέσον ἄγειν καὶ τιμωρεῖσθαι. τούτων δὲ ὁ μὲν ὑπ’ ἀνάγκης τινὸς ἤδη διεπεπλεύκει καὶ ἦν ἐν Χαλκη- δόνι, ὁ δ’ ἦν ἐν τῷ λιμένι ταὐτὸ ποιήσων οὔσης κης καὶ τούτῳ τινός. | ὁ δὲ δὴ τρίτος ἔνδον ὢν R II 416 ἐν τοῖς βουλεύουσι χαλεπῶν μὲν ἐπειρᾶτο προσώπων, εἶπε δὲ ἁπλᾶ καὶ δίκαια, ὅτι τὸν τῷ δεῖνι συζῶντα, ἐμὲ δὴ λέγων, μαρτυρῶν εἶναι βέλτιστον οὐκ ἀδικοίη. νόμιζε δὴ κοινόν, ὦ βασιλεῦ, καὶ τῶν ἀπόντων τοῦ- τον εἶναι τὸν λόγον. λέγουσι τοίνυν οἱ τρεῖς· ὦ παῖ Γαίσωνος, ὅτι μαρτυροῦμεν ἡμεῖς καλὸν κἀγαθὸν εἶναι Θαλάσσιον ὁρῶντες ἐν παιδὸς ὄντα χώρᾳ παρ’ ἀνδρὶ φεύγοντι τοὺς κακούς. 4 Zos. II 42 ? | cf. Her. Ι 66,1. Paus. VIII 1,6 1 χάριν Ρ sed αρι in ras m4 3 ὦ βασιλεῦ ΒΜ edd 7 ἀμυνομένας Va 10 μάτην inserui auctore Re 11 ἐποί- ησεν Α 16 ὃ Α ὅ IBMV Bong 17 ὢν om ΒΜ Bong 21 ἁπάντων Ι | εἶναι τοῦτον V 23 παῖγμα Bong τί τούτους ἀξίους δίκης ποιήσει τοὺς μάρτυρας; εἰ μὲν οὖν καὶ ἐγὼ κακός, οὐκ εστι λόγος τοῖς μάρ- τυσιν· εἰ δ’ οὐ τοιοῦτος, πολὺς ἐκείνοις ἐστίν. εἶπον δ’ ἂν καὶ ταύτης ἀξιοπιστοτέρας ἀποδείξεις ἐκεῖνοι καὶ διελόμενοι τοὺς ἐπαίνους μακρὰ ἂν ἕκαστος διῆλθε, τοσαύτην ἀφθονίαν ὁ Θαλασσίου βίος πεποίηκεν εὐφη- μιῶν. καὶ ἔγωγε ἠξίουν τὸν Γαίσωνος μὴ τὸν ἐχόμε- νον ἀφεῖναι μάρτυρα, ἀλλὰ τοὺς πεπλευκότας ἐπανά- γειν μηδὲ ἐκείνην ἡμῖν διδόναι τὴν χάριν, ἀλλὰ ταύτην καὶ τόν γε Θαλάσσιον καλεῖν καὶ παρόντα δοκιμάζειν καὶ φαινόμενον μὲν ἀγαθὸν ἐγγράφειν, ἐλεγχόμενον δὲ φαῦλον ὡς ἐπ’ ἀδικήματι τῷ τῆς βουλῆς ἐπιθυμῆσαι κολάζειν. νῦν δὲ λοιδορίας ἀνεξετάστους κεκινηκότες ἃ R II 417 βουλομένοις ἦν τοῖς ἡμῖν φθονοῦσι | πεποιήκασι τῶν μὲν εἰρημένων, τῶν δὲ οὐ πεφηνότων. 48. Εἶτα σοὶ μὲν ἡ σπουδή, βασιλεῦ, πολυάνθρω- πον ἀπεργάσασθαι τὴν βουλήν, οἱ δὲ οὐκ αἰσθάνονται τοῦτο ἐμποδίζοντες. οἱ γὰρ ἡδέως ἂν εἰσελθόντες φόβῳ τῶν ἴσων ἀποτρέπονται· μὴ κεκτῆσθαι μὲν γὰρ ἐχθρὸν ἀνθρώπῳ τῶν ἀδυνάτων, παρὰ δὲ τῶν νῶν ἥξειν τι τοιοῦτον ἐλπίζοντες οὐχ ὑποθήσουσι τοῖς πολεμίοις αὑτοὺς ἐν ὅτῳπερ εἰσί, μένοντες. Θαλάσσιος δὲ πρὶν ἢ τῆς βουλῆς τυχεῖν, ἐλειτούργει τῇ γνώμῃ καὶ πρὸς τὴν δαπάνην ἠπείγετο τοὐναντίον τοῖς ἄλλοις ποιῶν. ὃ γὰρ ἐκείνους ὁρῶμεν πάσῃ τέχνῃ φεύγοντας, 4 ταύτην Bong 5 διῆλθεν Α 9 μὴ δὲ AIBMV 12 ὡς — ἐπιθυμῆσαι om Bong 14 πεποιήκατε Re 17 ἀπεργάζεσθαι V 18 εἰ Μ 19 μὴ — 20 ἀδυνάτων praemisso Τοῦ ὑπὲρ Θαλασσίου: λόγ. κ(??) citat Macar fol. 90v 19 μὶν γὰρ om Macar | γὰρ om V 20 ἀνθρώπων Β | τῶν om V 21 τί ΙΒ 22 αὐτοὺς CIVa 23 τὴν γνώμην V πολλῇ σπουδῇ τοῦτον ἦν διώκοντα ἰδεῖν. οὕτως α αὐτὸν ἐπὶ τὸ συνέδριον ἦγε, καὶ οὐχ ἃ δαπανᾷ, κερ- δαίνειν ἠξίου. ἀλλ’ Ὀπτάτος, ὦ Ζεῦ βουλαῖε, τοι- ούτοις ἐδέξατο τὸν ἐραστήν. ὅς, εἰ τὸν μιαρώτατον ἔχρησεν ὁ θεὸς ἐν κοινῷ τινι θῦσαι κακῷ, πάντως ἂν ἦν ὁ σφαττόμενος, ἐπεὶ καὶ τὴν ἐσχάτην εἴπερ ἔδει τιμᾶσθαι κακίαν, ἐστεφανοῦτ’ ἂν οὗτος. ὃς τοῦ μὴ φιλεῖν σοι τὴν πόλιν μέγα σημεῖον ἐκφέρει τὸ μῖσος τὸ κατὰ τῆς γυναικός. μισεῖ δὲ αὐτὴν μισούμενος, μισεῖται δὲ προπηλακίζων τὸν Ὑμέναιον ἀκολασίᾳ καὶ τῇ μὲν προικὶ πλουτῶν, τῷ πλουτεῖν δὲ κατ’ ἐκείνης παρ’ ἧς τὸ πλουτεῖν αὐτῷ, χρώμενος. αἱ δύο θρήνων ἀφορμαὶ κόραι καὶ κόροι, δι’ οὓς οὐκ Ι ἐγένετο πλειόνων παίδων πατήρ. ὁρῶν δὲ αὐτὴν R II 418 χαμαί τε κειμένην καὶ ἐν λύπῃ μείζονι τῆς ἐπὶ παισὶν οἰχομένοις πῶς αὐτὴν ἔπαυσέ τε καὶ ἀνέστησεν; οὐ παραμυθητικούς, μὰ Δί’, ἐπᾴσας λόγους οὐδ’ εἰπὼν σωφρονήσειν οὐδ’ εἰ μὴ λήξειεν ἐκείνη δακρύων, ἀπο- κτενεῖν ἑαυτόν, ἀλλ’ ἀκονήσας ξίφος ἐχώρησεν ἐπ’ τήν, τὴν δὲ ὁ φόβος ὤρθωσε. τὸν οὖν τοιαύτην αὑτῷ ποιοῦντα τὴν οἰκίαν οἴει τῇ βουλῇ τινος αἴτιον ἀγαθοῦ γενήσεσθαι; ἐγὼ μὲν γὰρ καὶ σκυτοτόμον, ὡς Ὅμηρος παραινεῖ, συνοικοῦντα τῇ γυναικὶ μᾶλλον ἀρετῆς μετέ- 8 cf. t. II 164,7 22 Od. ζ 182 sq. 1 πολλὴ σπουδὴ Va Ι ἰδεῖν inserui e V om reliqui libri Bong ὁρᾶν διώκοντα Re ἰδεῖν διώκοντα Sintenis 3 ὀπτάτος in marg Ρ3 4 τὸν ἐραστήν] „velim σὸν “ Re 8 μῖσος Μ sed σος add m3 9 δ’ Re 10 μισεῖ Μ Bong 13 κοῦροι Β Ι οὐκ om V 14 ἐλέγετο V 15 τῆς Re τῇ libri Bong 17 δία ΙΒΜ edd Ι οὐδὲ Re 18 οὐδὲ ΙΒΜ edd 19 ἀλλακονήσας V | ante ξίφος ras 3 litt Α 20 αυτῷ V αὐτῶ Β 23 τῇ inserui e V om reliqui libri edd χεῖν φαίην ἂν καὶ εἶναι δίκαιον τῆς βουλῆς μετέχειν ἢ τοιοῦτον ὄλεθρον. 51. Πῶς οὖν, ἐρεῖ τις, τριῶν ὄντων τῶν φθεγξαμένων ὅλην καταμέμφῃ τὴν βουλήν; ὅτι οἱ μὲν ἐφθέγξαντο, οἱ δὲ ἐσιώπησαν, καὶ οἱ μὲν εἶπον κακῶς, οἱ δ’ οὐκ ἀντεῖπον, καὶ οἱ μὲν ἐβλασφήμησαν, οἱ δ’ οὐκ ἠγανάκτησαν, καὶ οἱ μὲν ἐπέθεντο, οἱ δ’ ἡσύχασαν, καὶ οἱ μὲν ἐξέωσαν, οἱ δ’ οὐκ ἀντελάβοντο, καὶ οἱ μὲν τὰ τῶν πολεμούντων ἔδρασαν, οἱ δὲ τὰ τῶν βοηθούντων οὐκ ἐποίησαν. γίγνετ’ οὖν τὸ τῶν τριῶν κοινὸν ἁπάντων τῇ σιωπῇ.