μισθὸς δὲ αὐτῷ τούτων τὸ ζῆν ἐν τούτοις καὶ πᾶσαν ἡμῖν ἐπίστασθαι τὴν πόλιν, ὡς ἐπὶ τούτων διατρίβοι· τοῦ R II 391 δέ γε διὰ χρημάτων | οὔτε δεῖται οὔτ’ ἐπιθυμεῖ γῆς τινος ἀποχρώσης αὐτῷ. πολλοὺς δέ γε πλούτου μέγεθος οὐδὲν ἵστησι, τῷ δὲ καὶ ἀνάλωμα γίνεται πολὺ περὶ τούσδε τοὺς λόγους πολλάκις ταὐτὰ κτωμένῳ. τὰ δὲ τοῦτο ποιοῦντα πολλά.