καὶ τίς ταῦτα τόπος ἢ χρόνος οἶδεν, ὦ Πρόκλε; ποῖον ἔθνος; τίς πόλις; τίς οἶκος; τίς ἀνήρ; τίς παῖς; τίς γέρων; τίς γυνή; τίς δοῦλος; τίς ἐλεύθερος; καὶ μὴν ἔδει μὲν ἡγήσασθαι τῆς τιμωρίας γραφήν, ἡ δ’ οὐκ ἂν ἦν μὴ ὄντος τοῦ γραφομένου. ποῦ τοίνυν ἡ γραφή; τίς δ’ ὁ ταύτην ἀπενεγκών; ποῖος μὲν φόβος ἐποίησε τὸν δρασμόν; τίς δὲ κατήγορος τὸν φόβον; ποῖον δὲ πάθος τὴν αἰτίαν; τίς τίνα διὰ τοῦτον ἐπέν- θησε; τίνι τί τῶν πραγμάτων χεῖρον ἔσχε; τίς τὶ διὰ τοῦτον προσδοκήσας χαλεπὸν εἰς δικαστήριον ἤγαγεν;