τούτων δὲ πεπραγμένων, ὦ βασιλεῦ, πάντες μὲν συνήχθοντο τοῖς ἀνῃρημένοις νόμοις, οἷς δ’ ἐν λόγοις ὁ | βίος, καθ’ οὓς ἄν τις τῆς θείας ἅψαιτο φιλο- R II 397 σοφίας, δρασμὸς ὑπὲρ τοὺς ὅρους τοὺς Αἰγυπτίους, ὡς οὐκ ὂν τὴν ὀργὴν τὴν τοῦδε διαφυγεῖν, εἴ τις ἐντὸς ἐκείνων ἁλοίη. καὶ οἱ τὰς δαιμονίους τε καὶ μακαρίους ποιούσας μαθήσεις παραδιδόντες, ᾧ μάλιστα νικᾷ τὰς ἄλλας ἡ Ἀλεξάνδρου πόλις, ᾤχοντο συγκαλυ- πτόμενοι ταῦτα τοῦ παραδείγματος πείθοντος, καὶ οἱ νέοι τοὺς ἡγεμόνας ἐπόθουν. 17. Καίτοι καὶ εἰ τοῖς ἄλλοις αὐτὴν βελτίω πε- ποιηκὼς ἐν τούτῳ μόνον λελύμαντο, δίκην σοί τε καὶ ἐκείνῃ μεγίστην ὤφειλεν ἄν, νῦν δὲ διὰ πάντων τεινε τὴν βλάβην. τοιγαροῦν ἐξεδέξατο τὴν ἀρχὴν φρουρά τε καὶ τὸ μηδέ, ὡς ἐβούλετο, ποιεῖσθαι τὴν ὁδόν, ἀλλ’ ἐν τοῖς τὸ σῶμα παρειληφόσι τοῦτο κεῖσθαι καὶ πρὸς τὴν ἐκείνων βούλησιν καἰ βαδίζειν καὶ μένειν καὶ ἐσθίειν καὶ μὴ καὶ καθεύδειν καὶ μή. ταυτὶ γὰρ ἑώρων καὶ αὐτὸς καὶ ὅ τι εἶχον ἐβοήθουν διὰ τῶν 3 II. ω 513 sq. 13 Amm. XXII 16,17 sq. cum notis Valesii 17 Dem. p. 120,19. 570,20 2 δέξαιτο C sed το add m2 4 ἀπεκτονότος Re 9 ὑπὲρ Ι sed ὑ in ras m2 13 ἄλλας πόλεις ἡ Ι 17 ἐνὶ Cobet Coll. 134, at ἐν respondet usui Libaniano | μόνῳ Α Re 20 μὴ δὲ AIBMV 21 τοῖς om Va | τὸ om Ι 23 καὶ καθεύδειν καὶ μή om C 24 ὅτι ΙΒΜ πρὸς τοὺς ἄγοντας λόγων, οὐ χρηστὸν ἡγούμενος, ἀλλ᾿ οὐκ οἶδ’ ὅπως εἰς οἶκτον ταχὺ καταφέρομαι.