θάψας δὲ οὗτος ἀδακρυτὶ τοὺς γονεῖς καὶ γενόμενος τῆς οὐσίας κύριος καὶ παι- δείαν φυγὼν καὶ πονηροτάτοις συζῶν κἀντεῦθεν κτη- σάμενος τὸ μηδὲν αἰσχύνεσθαι προσπίπτων ἀνθρώποις πρεσβυτέροις καὶ μεμαθηκόσιν ἐρυθριᾶν καὶ νομίζουσιν αἰσχρὸν τὰς πρὸς τοῦτον μάχας τὸν οὐδέν, οὐκ ἔργον ἐξ ἀγορᾶς, οὐ ῥῆμα ἀπαίδευτον, οὐ τὴν ἐν τοῖς λοις ἀσχημοσύνην ὀκνοῦντα, βορβοροτάραξιν ἀτεχνῶς, ταῦτα τοίνυν ἐφόδια λαβὼν εἰς ἀναίδειαν τοὺς πολλοὺς καταστρεψάμενος δι’ ὕβρεων γίγνεται φοβερός. καὶ 22 Ar. Eq. 309 cum scholio 2 ἀπέπεμψαν Ρ sed αν in ras m3 3 ἐχθρῶν ΒΜ sed in hoc γρ ἐχθρὸν in marg m2 | αὐτοῖς V 4 εἰσαγαγόντες Β | ὃ ΑΡ ὃ IBMV Bong 7 ἔτι Ι 11 ἁλοὺς Ρ sed ’ in ras m2 16 ὁσίας Va 18 προσπίπτων Ι sed σ in ras m2 24 γίνεται IBMV Bong δέον αὐτὸν ἐξωσθῆναι πάλαι τοῖς αὑτοῦ βελτίοσι κλείει τὰς θύρας γαυριῶν τῷ δύνασθαι δέον τῷ οὕτω καταδύεσθαι. 14. Πολλοῦ γὰρ ἄξιος ἐγένετο, τοῖς R II 396 Αἰγυπτίοις. καὶ τοὺς τῆς ἀρχῆς | μῆνας ἐκείνης προσκυνοῦσι. κατορύττουσι μὲν οὖν τῷ λόγῳ καὶ ἀνορύττουσι κἀν ταῖς ἀποφράσι τῆς ἀρχῆς τὸν χρόνον ἔχουσι· τοσούτων κακῶν πέλαγος ἐπισχεῖν τὴν Αἴγυπτον τῶν μὲν ἀδίκων ἰσχυόντων, τῶν δ’ ἀδι- κουμένων προδιδομένων, τῆς δ’ ἀγορᾶς ἀπηνθηκυίας, τοῦ δήμου δὲ ἠμελημένου, λόγων δὲ πεφευγότων.