XLII. ΥΠΕΡ ΘΑΛΑΣΣΙΟΥ. R II 388 ὑβρισθέντι φίλῳ καὶ κωλυθέντι τυχεῖν ὧν εἰκότως ἂν ἐτετυχήκει πρὸ πολλῶν τῶν μετεχόντων, ἥκω βοηθήσων, ὦ βασιλεῦ, τό τε τῆς φιλίας δίκαιον αἰδούμενος καὶ ἅμα μὴ σύ μου τῆς σιωπῆς καταγνῷς φοβούμενος. ἐλογίζου γὰρ ἄν, τίς ἂν εἴην πρὸς τοὺς ἄλλους ἐγὼ τὸν τρόπον ὁ περὶ τὸν τοιοῦτον ὀλιγωρίᾳ κεχρημένος.