τοῖς μὲν γὰρ μίμοις οἱ μέν τινες σφᾶς αὐτοὺς ἔδοσαν, τῶν ὀρχηστῶν δὲ τὸ πλέον γεγένηται. καὶ οὗτός σφισιν ὁ βίος ἐκείνοις ὑπηρετεῖν, ἐκείνοις ὑπακούειν, ἐκείνους θωπεύειν, ἐκείνους θεραπεύειν, ἐκείνους κοσμεῖν, ἐκεί- νων ἐξηρτῆσθαι, μηδὲν ἕτερον μήτε πράττειν μήτε εἰδέναι. οἱ δὲ αὐτοὺς διατρέφουσιν ἀργυρίῳ νῦν μὲν πλείονι, νῦν δὲ ἐλάττονι· ἐλάττονι μέν, ὁπότε ἡσυχά- ζοιεν, πλείονι δέ, ὁπότε ὀρχοῖντο. πᾶν δὲ αἰσχρὸν αὐτοῖς ὁμοίως ἔν τε ἡμέραις ἔν τε νυξὶ πράττεται, κἀν ταῖς ὑπερβολαῖς τῶν αἰσχρῶν τούτων αὐτοῖς ἡ φιλοτιμία, ὡς δὴ τότε μάλιστα τὴν αὑτῶν τάξιν βεβαι- ούντων, ὅταν ἃ μηδὲ ἀκοῦσαι τοῖς σωφρονοῦσιν ἀνε- κτόν, ταῦτα αὐτοῖς ῥᾳδίως πράττηται. ἀναβαίνουσι τοίνυν εἰς τὸ θέατρον οὐχ ὡς τοῖς δεικνυμένοις σύμ- μέτρον ἀποδώσοντες τὴν βοήν, ἀλλ᾿ ὡς ἅπαν ὅσον ἔχουσι βοῆς εἰσοίσοντες, ὥστ’ οὐκ ἄν τις αὐτῶν γε τῶν γιγνομένων ἀπών, ἀκούων δὲ τῶν βοῶν ἔχοι δια- κρῖναι τάς τε ἀμείνους τάς τε χείρους τῶν ὀρχήσεων ἡμέρας.