κατὰ τοῦτον τὸν νόμον καὶ νῦν σεσιγήκασι καὶ τῷ γε εἰωθότι | μηχανήματι καὶ κατὰ σοῦ R II 381 κέχρηνται καὶ τό γε δεινότατον, ὅτι καὶ ᾑρήκασι. δῆλον γάρ, ὅτι εἰ τῷ μὴ φθέγξασθαι ταπεινῶσαί σε δεδύνηνται καὶ κατεδουλώσαντο, τῇ γε βοῇ πάλιν ἀνα- στήσαντες ἕξουσιν ἑπόμενον καὶ πρὸς μηδὲν ἀντι- τείνοντα. 5. Ἐγὼ δὲ ἠχθόμην μὲν διὰ ταῦτα τὸν παρελθόντα χρόνον, ἠχθέσθην δὲ καὶ νῦν· καὶ μειζόνως γε νῦν ἀμείνονός μοι διεφθαρμένης ἐλπίδος. ᾤμην γάρ, εἰ καὶ μηδεὶς ἕτερος, σέ γε οὐδὲν τὰ τούτων νομιεῖν, ἀλλ’ ἴσον ἡγήσεσθαι τήν τε βοὴν τήν τε σιωπήν. νῦν δὲ καὶ σὺ πέπτωκας ἡμῖν καὶ πλείστου σοι τὰ μηδενὸς ἄξια. τίνος γὰρ ἄξιον αἱ παρὰ τούτων εὐφημίαι τῶν ἐκ παίδων μέχρι τῆς τήμερον ἡμέρας ἐν ἀργίᾳ τε καὶ κακίᾳ πολλῇ βεβιωκότων; οὐκ οἶσθα αὐτούς, ὦ Τιμό- κρατες, καὶ ταῦτα οὕτω πολὺν παρ’ ἡμῖν διατρίψας χρόνον; οὗτοι ξένοι πάντες εἰσὶ κακῶς δεῦρο ἥκον- τες ὑπ’ αὐτῶν ὧν ἠδίκουν ἐκπεσόντες τῶν ἑαυτῶν πατρίδων, οἱ μὲν πατέρας συγκόψαντες, οἱ δὲ κατὰ μητέρων ταῖς χερσὶ χρησάμενοι, φεύγοντες τὰς χνίας ἐφ’ ἃς αὐτοὺς ἦγον οἱ γονεῖς. παῖδες μὲν οὖν 1 τὰ (1)18) Ρ 2 γίγνεται edd 4 καὶ (2) om Bong | κατὰ Ρ sed ’ add m3 5 ἰρήκασι V sed ras 1 litt ante ι (1) εἰρήκασι Bong 6 σε Re τε libri Bong 7 γε V Re τε reliqui libri Bong 8 προςμηδὲν V 10 διαταῦτα V 14 ἶσον CP sed in hoc ~ in ΄ α corr m3 | ἡγήσεσθαι V Re ἡγήσασθαι sed in hoc α ιν ε corr m3, I Bong ἡγεῖσθαι C 16 ἄξιαι V Bong cf. p. 299,15 17 παίδων V Bong παιδῶν Ι παιδὸς CAP Re 21 ἑαυτῶν in ras I2 24 αὑτοὺς C ὄντες εἶχον ἐξ αὐτῆς τῆς νεότητος τὴν τροφήν, εἰς ἄνδρας δὲ ἥκοντες ἐπιλιπούσης αὐτοὺς ἐκείνης τῆς ἀφορμῆς εἰς τὴν ἀπὸ τοῦ τῇδε θεάτρου βλέψαντες ἀναστάντες ἔδραμον ζῆν μὲν ἐν ἀργίᾳ βουλόμενοι, | R II 382 ζῆν δὲ ἐντεῦθεν μόνον δυνάμενοι.