XLI. ΠΡΟΣ ΤΙΜΟΚΡΑΤΗΝ. ἀφῖξαι μὲν ἡμῖν ἀπὸ τοῦ θεάτρου, Τιμό- R II 379 κρᾶτες, τὸ πρόσωπον δὲ οὐκ ἀπὸ θεάτρου σοι μᾶλλον καὶ τῶν ὅσα ἐστὶ θεάτρων, ἢ δυσχερῶν τέ τινων καὶ οἷα γένοιτ’ ἂν τῆς ἐσχάτης ἀθυμίας αἴτια. πρὸς τοσοῦ- τὸν, ὦ βέλτιστε, κατηφείας ἥκεις οὐχ εὑρών, ἀκήκοα γάρ, τὰ εἰωθότα θορυβοῦντας τοὺς ἐπὶ τούτῳ κατα- στήσαντας αὑτούς. ἐκείνων μὲν οὖν οὐχὶ θαυμάζω τοῦτο πεποιηκότων, σοῦ δέ, εἰ ταῦτα ἀθυμίας ἄξια σαυτῷ νενόμικας. πρότερον δὲ | εἰπεῖν πρὸς σὲ R II 380 βούλομαι τῆς ἀφωνίας ἐκείνων τὴν αἰτίαν. C = codex Chisianus A = Monacensis gr. 483 (Augustanus) Ρ = Palatinus gr. 282 Ι = Marcianus append. XCI 2 V = Vindobonensis phil. gr. XCIII 4 Her III 23,2; 131; Plat. Rep. V p. 469 Α 7 cf. t. II 465,10 R 8 θαυμάζω ἤτοι κατηγορῶ καὶ διὰ τοῦτο πρὸς γενικήν, σοῦ δὲ θαυμάζω ἀπὸ κοινοῦ V2 1 (??) A, τοῦ αὐτοῦ V ante πρὸς (??) (νδ΄ α in ras in marg) λόγος τριακοστὸς τέταρτος V rubr post τιμοκράτην λόγος κ' in marg Ι 2 μὲν om C 3 σοι inserui e libris om edd 5 γένοιτ’ ἂν Ρ sed νοιτ' ἂν in ras m2 6 οὐχ εὑρών om V 7 ; post εἰωθότα et δὲ post θορυβοῦντας inser Ρ2 2. Ἀνέστραπται, ὦ Τιμόκρατες, τὸ πρᾶγμα καὶ τῶν ἀρχομένων τινὲς τῶν ἀρχόντων ἀξιοῦσιν ἄρχειν. καὶ τοῦτο βουληθέντες ἐδυνήθησαν ἐπιθυμητὰς μὲν τῶν παρ’ αὑτῶν εὐφημιῶν τοὺς ἄρχοντας καταστήσαντες, αὐτοὶ δὲ τοῦτο τοτὲ μὲν διδόντες, τοτὲ δ’ οὔ. καὶ μὴ δόντες ἠνίασαν καὶ δεδωκότες εὔφραναν. καὶ προ- ήγαγον δὴ τὰς βοὰς εἰς μισθὸν ἀντὶ τῶν βοῶν ἐπαγ- γέλλοντες ὅ τι ἂν αὐτοῖς δοκῇ, τῷ δὲ ἐφιεμένῳ τῶν βοῶν οὐκ ἔνι μὴ πάντα παρέχειν. οὕτω πολλοῦ πω- λοῦσιν οἱ κατάπτυστοι τὰς βοάς. πρὸς οὖν τοὺς ἄρτι παριόντας ἐπὶ τὰς ἀρχὰς ἐκεῖνο ποιοῦσι. παρ- αγγέλλουσιν ἀλλήλοις ἀναβάντες αὐτούς τε σιωπᾶν καὶ τὸ λοιπὸν τῶν θεατῶν ταῖς ἀπειλαῖς ταῖς διὰ τῶν νευμάτων κατέχειν. εἶθ’ ἡ μὲν ἡμέρα χωρεῖ, ὧν δέ ἐστιν ἡ σκηνή, τὰ αὑτῶν δείξαντες ἀπῆλθον γρύξαντος οὐδὲν] οὐδενός, τῷ δ’ ἄρχοντι δεινόν τέ τι τοῦτο φαίνεται καὶ μέγα δυστυχίας μέρος. καὶ καθήμενος νῦν μὲν ἐρυθριᾷ, νῦν δὲ ὠχριᾷ καὶ τὰ μὲν πολλὰ σιγᾷ, λαλῶν δέ τι πρὸς τοὺς πλησίον οὐκ οἶδεν ὅ τι λαλεῖ. εἶτα λέγει τι διὰ τοῦ κήρυκος πρὸς αὐτοὺς ᾧ πιστεύει κινήσειν τὸ ἡσυχάζον, οἱ δ’ εἰσὶν ἀκούσαντες οἷοι καὶ πρὶν ἀκοῦσαι. τί οὖν ἐπὶ τούτοις ὁ ἄρχων; τοὺς ἡγεμόνας αὐτῶν ἀναζητήσας ἐδεήθη μὴ ταῦτα σφᾶς ποιεῖν. οἱ δέ τινες καὶ προσέθεσαν ἀργύριον. 1 cf. t. Ι 113,12 2 cf. p. 304,2 sq. 1 ἀντέστραπται V 4 αὐτῶν CV Re 5 δὲ οὐ Re 7 ἀπαγγέλλοντες Bong 8 ὅτι I 9 πωλοῦσιν Ι sed οῦσ in ras m3 12 „malim αὐτοί“ Re 15 αὐτῶν Ι 16 οὐδὲν inser Re cancellavi | τοῦτο e τούτω corr V2 19 ὅτι Ι 20 τί IV 21 οἵ APIV Bong | δὲ Re 24 σφὰς Ι σφὰς Ι sed ' in ~ corr m3, Bong τῶν δὲ τὰ μὲν ὑποσχομένων, τὰ δὲ αἰτησάντων λογία γίνεται τοὺς μὲν βοήσεσθαι, τὸν δὲ ἅπαντα χαρι- εῖσθαι. κατὰ τοῦτον τὸν νόμον καὶ νῦν σεσιγήκασι καὶ τῷ γε εἰωθότι | μηχανήματι καὶ κατὰ σοῦ R II 381 κέχρηνται καὶ τό γε δεινότατον, ὅτι καὶ ᾑρήκασι. δῆλον γάρ, ὅτι εἰ τῷ μὴ φθέγξασθαι ταπεινῶσαί σε δεδύνηνται καὶ κατεδουλώσαντο, τῇ γε βοῇ πάλιν ἀνα- στήσαντες ἕξουσιν ἑπόμενον καὶ πρὸς μηδὲν ἀντι- τείνοντα. 5. Ἐγὼ δὲ ἠχθόμην μὲν διὰ ταῦτα τὸν παρελθόντα χρόνον, ἠχθέσθην δὲ καὶ νῦν· καὶ μειζόνως γε νῦν ἀμείνονός μοι διεφθαρμένης ἐλπίδος. ᾤμην γάρ, εἰ καὶ μηδεὶς ἕτερος, σέ γε οὐδὲν τὰ τούτων νομιεῖν, ἀλλ’ ἴσον ἡγήσεσθαι τήν τε βοὴν τήν τε σιωπήν. νῦν δὲ καὶ σὺ πέπτωκας ἡμῖν καὶ πλείστου σοι τὰ μηδενὸς ἄξια. τίνος γὰρ ἄξιον αἱ παρὰ τούτων εὐφημίαι τῶν ἐκ παίδων μέχρι τῆς τήμερον ἡμέρας ἐν ἀργίᾳ τε καὶ κακίᾳ πολλῇ βεβιωκότων; οὐκ οἶσθα αὐτούς, ὦ Τιμό- κρατες, καὶ ταῦτα οὕτω πολὺν παρ’ ἡμῖν διατρίψας χρόνον; οὗτοι ξένοι πάντες εἰσὶ κακῶς δεῦρο ἥκον- τες ὑπ’ αὐτῶν ὧν ἠδίκουν ἐκπεσόντες τῶν ἑαυτῶν πατρίδων, οἱ μὲν πατέρας συγκόψαντες, οἱ δὲ κατὰ μητέρων ταῖς χερσὶ χρησάμενοι, φεύγοντες τὰς χνίας ἐφ’ ἃς αὐτοὺς ἦγον οἱ γονεῖς. παῖδες μὲν οὖν 1 τὰ (1)18) Ρ 2 γίγνεται edd 4 καὶ (2) om Bong | κατὰ Ρ sed ’ add m3 5 ἰρήκασι V sed ras 1 litt ante ι (1) εἰρήκασι Bong 6 σε Re τε libri Bong 7 γε V Re τε reliqui libri Bong 8 προςμηδὲν V 10 διαταῦτα V 14 ἶσον CP sed in hoc ~ in ΄ α corr m3 | ἡγήσεσθαι V Re ἡγήσασθαι sed in hoc α ιν ε corr m3, I Bong ἡγεῖσθαι C 16 ἄξιαι V Bong cf. p. 299,15 17 παίδων V Bong παιδῶν Ι παιδὸς CAP Re 21 ἑαυτῶν in ras I2 24 αὑτοὺς C ὄντες εἶχον ἐξ αὐτῆς τῆς νεότητος τὴν τροφήν, εἰς ἄνδρας δὲ ἥκοντες ἐπιλιπούσης αὐτοὺς ἐκείνης τῆς ἀφορμῆς εἰς τὴν ἀπὸ τοῦ τῇδε θεάτρου βλέψαντες ἀναστάντες ἔδραμον ζῆν μὲν ἐν ἀργίᾳ βουλόμενοι, | R II 382 ζῆν δὲ ἐντεῦθεν μόνον δυνάμενοι. τοῖς μὲν γὰρ μίμοις οἱ μέν τινες σφᾶς αὐτοὺς ἔδοσαν, τῶν ὀρχηστῶν δὲ τὸ πλέον γεγένηται. καὶ οὗτός σφισιν ὁ βίος ἐκείνοις ὑπηρετεῖν, ἐκείνοις ὑπακούειν, ἐκείνους θωπεύειν, ἐκείνους θεραπεύειν, ἐκείνους κοσμεῖν, ἐκεί- νων ἐξηρτῆσθαι, μηδὲν ἕτερον μήτε πράττειν μήτε εἰδέναι. οἱ δὲ αὐτοὺς διατρέφουσιν ἀργυρίῳ νῦν μὲν πλείονι, νῦν δὲ ἐλάττονι· ἐλάττονι μέν, ὁπότε ἡσυχά- ζοιεν, πλείονι δέ, ὁπότε ὀρχοῖντο. πᾶν δὲ αἰσχρὸν αὐτοῖς ὁμοίως ἔν τε ἡμέραις ἔν τε νυξὶ πράττεται, κἀν ταῖς ὑπερβολαῖς τῶν αἰσχρῶν τούτων αὐτοῖς ἡ φιλοτιμία, ὡς δὴ τότε μάλιστα τὴν αὑτῶν τάξιν βεβαι- ούντων, ὅταν ἃ μηδὲ ἀκοῦσαι τοῖς σωφρονοῦσιν ἀνε- κτόν, ταῦτα αὐτοῖς ῥᾳδίως πράττηται.