XLI. ΠΡΟΣ ΤΙΜΟΚΡΑΤΗΝ. ἀφῖξαι μὲν ἡμῖν ἀπὸ τοῦ θεάτρου, Τιμό- R II 379 κρᾶτες, τὸ πρόσωπον δὲ οὐκ ἀπὸ θεάτρου σοι μᾶλλον καὶ τῶν ὅσα ἐστὶ θεάτρων, ἢ δυσχερῶν τέ τινων καὶ οἷα γένοιτ’ ἂν τῆς ἐσχάτης ἀθυμίας αἴτια. πρὸς τοσοῦ- τὸν, ὦ βέλτιστε, κατηφείας ἥκεις οὐχ εὑρών, ἀκήκοα γάρ, τὰ εἰωθότα θορυβοῦντας τοὺς ἐπὶ τούτῳ κατα- στήσαντας αὑτούς. ἐκείνων μὲν οὖν οὐχὶ θαυμάζω τοῦτο πεποιηκότων, σοῦ δέ, εἰ ταῦτα ἀθυμίας ἄξια σαυτῷ νενόμικας. πρότερον δὲ | εἰπεῖν πρὸς σὲ R II 380 βούλομαι τῆς ἀφωνίας ἐκείνων τὴν αἰτίαν. C = codex Chisianus A = Monacensis gr. 483 (Augustanus) Ρ = Palatinus gr. 282 Ι = Marcianus append. XCI 2 V = Vindobonensis phil. gr. XCIII 4 Her III 23,2; 131; Plat. Rep. V p. 469 Α 7 cf. t. II 465,10 R 8 θαυμάζω ἤτοι κατηγορῶ καὶ διὰ τοῦτο πρὸς γενικήν, σοῦ δὲ θαυμάζω ἀπὸ κοινοῦ V2 1 (??) A, τοῦ αὐτοῦ V ante πρὸς (??) (νδ΄ α in ras in marg) λόγος τριακοστὸς τέταρτος V rubr post τιμοκράτην λόγος κ' in marg Ι 2 μὲν om C 3 σοι inserui e libris om edd 5 γένοιτ’ ἂν Ρ sed νοιτ' ἂν in ras m2 6 οὐχ εὑρών om V 7 ; post εἰωθότα et δὲ post θορυβοῦντας inser Ρ2 2. Ἀνέστραπται, ὦ Τιμόκρατες, τὸ πρᾶγμα καὶ τῶν ἀρχομένων τινὲς τῶν ἀρχόντων ἀξιοῦσιν ἄρχειν. καὶ τοῦτο βουληθέντες ἐδυνήθησαν ἐπιθυμητὰς μὲν τῶν παρ’ αὑτῶν εὐφημιῶν τοὺς ἄρχοντας καταστήσαντες, αὐτοὶ δὲ τοῦτο τοτὲ μὲν διδόντες, τοτὲ δ’ οὔ. καὶ μὴ δόντες ἠνίασαν καὶ δεδωκότες εὔφραναν. καὶ προ- ήγαγον δὴ τὰς βοὰς εἰς μισθὸν ἀντὶ τῶν βοῶν ἐπαγ- γέλλοντες ὅ τι ἂν αὐτοῖς δοκῇ, τῷ δὲ ἐφιεμένῳ τῶν βοῶν οὐκ ἔνι μὴ πάντα παρέχειν. οὕτω πολλοῦ πω- λοῦσιν οἱ κατάπτυστοι τὰς βοάς. πρὸς οὖν τοὺς ἄρτι παριόντας ἐπὶ τὰς ἀρχὰς ἐκεῖνο ποιοῦσι. παρ- αγγέλλουσιν ἀλλήλοις ἀναβάντες αὐτούς τε σιωπᾶν καὶ τὸ λοιπὸν τῶν θεατῶν ταῖς ἀπειλαῖς ταῖς διὰ τῶν νευμάτων κατέχειν. εἶθ’ ἡ μὲν ἡμέρα χωρεῖ, ὧν δέ ἐστιν ἡ σκηνή, τὰ αὑτῶν δείξαντες ἀπῆλθον γρύξαντος οὐδὲν] οὐδενός, τῷ δ’ ἄρχοντι δεινόν τέ τι τοῦτο φαίνεται καὶ μέγα δυστυχίας μέρος. καὶ καθήμενος νῦν μὲν ἐρυθριᾷ, νῦν δὲ ὠχριᾷ καὶ τὰ μὲν πολλὰ σιγᾷ, λαλῶν δέ τι πρὸς τοὺς πλησίον οὐκ οἶδεν ὅ τι λαλεῖ. εἶτα λέγει τι διὰ τοῦ κήρυκος πρὸς αὐτοὺς ᾧ πιστεύει κινήσειν τὸ ἡσυχάζον, οἱ δ’ εἰσὶν ἀκούσαντες οἷοι καὶ πρὶν ἀκοῦσαι. τί οὖν ἐπὶ τούτοις ὁ ἄρχων; τοὺς ἡγεμόνας αὐτῶν ἀναζητήσας ἐδεήθη μὴ ταῦτα σφᾶς ποιεῖν. οἱ δέ τινες καὶ προσέθεσαν ἀργύριον. 1 cf. t. Ι 113,12 2 cf. p. 304,2 sq. 1 ἀντέστραπται V 4 αὐτῶν CV Re 5 δὲ οὐ Re 7 ἀπαγγέλλοντες Bong 8 ὅτι I 9 πωλοῦσιν Ι sed οῦσ in ras m3 12 „malim αὐτοί“ Re 15 αὐτῶν Ι 16 οὐδὲν inser Re cancellavi | τοῦτο e τούτω corr V2 19 ὅτι Ι 20 τί IV 21 οἵ APIV Bong | δὲ Re 24 σφὰς Ι σφὰς Ι sed ' in ~ corr m3, Bong τῶν δὲ τὰ μὲν ὑποσχομένων, τὰ δὲ αἰτησάντων λογία γίνεται τοὺς μὲν βοήσεσθαι, τὸν δὲ ἅπαντα χαρι- εῖσθαι.