ὥσπερ οὖν ἔλαττον ποιμένι ποίμνιον ποιῶν καὶ βουκόλιον βουκόλῳ καὶ ἵππους ἱπποφορβῷ τούτων ἂν ἕκαστον ἠδίκεις, οὕτω καὶ τοὺς τὴν Ἑλλάδα φωνὴν ἐν ταῖς χερσὶν ἔχοντας. οὐδὲ γὰρ ἐκεῖνό γ’ ἂν εἴποις, ὡς τὰ πράγματα τῆς ἀρχῆς τῆς ἐκείνου σοφίας ἐδεῖτο καὶ οὐ παρεδρεύσαντος πάντα ἂν ᾤχετο. ἠκούομεν γὰρ εἶναι τὸ ἔργον αὐτῷ φαγεῖν, πιεῖν, κοιμηθῆναι, τέρψαι τοὺς ὀφθαλμοὺς τοῖς τε λοῖς κρουνοῖς τοῖς τε τὴν δεξαμενὴν ἐπιοῦσι πνεύμασι. 9. Βούλει με, τί ταῦτα πεποίηκεν, εἰπεῖν; βούλει με τὰ περὶ τὸν ἵππον διελθεῖν καὶ τὸν λαμπρὸν χαλι- νὸν καὶ ὅσα ἐν σκότῳ μὲν ἐδόθη, λαθεῖν δὲ οὐκ ἐδυ- νήθη; φίλον | γὰρ εὖ ποιεῖν καλὸν εἶναι φήσεις, R II 369 εἶναι δέ σοι τὸν Ἀλέξανδρον φίλον. τί δ’; οὐχὶ καὶ ἡμεῖς φίλοι; πῶς οὖν ἐκ τῆς εἰς ἡμᾶς βλάβης ἐκεῖνον ἠξίους εὖ ποιεῖν; οὐκ ἂν τολμήσαις εἰπεῖν, ὡς ἡ φιλία τῆς φιλίας προτιμοτέρα καὶ Ἀλέξανδρος ἐμοῦ. εἰ δ’ οὖν καὶ λίαν ἐκεῖνος ἐμοῦ, ἀλλ’ οὔτοι γε τῶν Ἑλλη- νίων θεῶν οὐδὲ τῆς διὰ τοῦ θαλλοῦ κτησαμένης θεοῦ 22 Her. VIII 55. Aristid. Panath. t. Ι 169,10 D. c. schol. cf. 1 προσδοκηθέντα — 2 νέους praeter π (1) in marg C p 2 κατεγνώκεισαν CPa | ταῦτα ἐθαύμαζον] „malim πάλιν inter- “ Re 4 Ἀδρία Bong 10 inter φαγεῖν et πιεῖν ras 3 litt Α 11 πιεῖν Ι sed ras 1 litt post π 13 βούλει (praeter βου)–βούλει (praeter λει) praemisso κείμενον in marg I2 | βούλει με (1) om Bong 15 ἠδυνήθη PaAP 17 φίλον; I | δὲ Re ἐκ om CPaA V inser P2 „num fuit in quibusdam libris ταῖς — βλάβαις?“ Re an τῇ — βλάβῃ? 19 τολμήσεις Re 21 οὔτοι scripsi e V οὔτι reliqui libri edd 22 τοῦ Ι sed οῦ in ras m2 | θαλοῦ I Bong τὴν Ἐρεχθέως μητέρα. κατὰ γὰρ τούτων ἁπάντων ἐκεῖνα ἐχαρίζου καὶ ταῦτα εἰς τάξιν παρελθὼν διὰ τούτων τῶν λόγων, οὐκ ἐκείνων.