τί οὖν ἐν- ταῦθα ἀδικεῖς; τὸ τὰς συνθήκας ἀνελεῖν. ἀνῄρεις δὲ οὐ μεμφόμενος τὸν ἀδελφὸν οὐδὲ κατέχων οὐδὲ κω- λύων. εἰ μὲν γὰρ ἠγνόει τὰς ὁμολογίας, ὁ μὴ διδάξας αἴτιος, σὲ δ’ εἶναι τὸν διδάσκοντα ἔδει· εἰ δ’ ἠπί- R II 374 στάτο, δείσας τὰς σὰς βοὰς τὰς | ὑπὲρ τῶν συν- θηκῶν εἶναι δίκαιος ἦν ἐν οἷς αὐτὸν εἶναι χρῆν, ὅτι πάντας ἐφ’ ἡμᾶς αὐτοὺς ἀνθρώπους, ἀδελφέ, κινήσομεν ὡς οὐκ εἰδότες αἰδεῖσθαι συνθήκας. τούτων οὐδὲν Εὐμόλπιος ὁ καλὸς εἶπε πρὸς τὸν φόν, πρὸς ἡμᾶς μέντοι τὰ πρὸς τὸν ποιητὴν εἰρημένα τἀδελφῷ καὶ ἔλεγεν οὐ συγκαλυψάμενος, ἀλλ’ ἀνα- πεπταμένοις τοῖς ὄμμασι καὶ οὐκ ἐνόμισεν αὐτὸς τὰς συνθήκας ἕλκειν τῶν ἱματίων λαβομένας οὐδ’ οἷον ἐμφράττειν τὸ στόμα.