σὺ δ’ ἡμῖν μὴ τὴν φιλίαν ἀδίκει μηδ’ ὀφείλειν ἀντ’ ἄλλου βούλου δίκην. οὐδὲ γὰρ εἰ κυβερ- νήτης ὢν φθάσας τὴν τῆς ἐναντίας νεὼς ἐμβολὴν τὴν σαυτοῦ κατέδυσας, τοῦτ’ ἂν ἦν σοι πρὸς τὸν τριήραρχον λέγειν, ὅτι τὸ πάντως ὑπ’ ἄλλου γενησόμενον πεποίηκα. οὐδὲ γὰρ ὂν πάντως ἀποκτενεῖ νόσος, πρὶν ἥκειν τὸ πέρας, ἀποσφάττομεν ὡς ἕξοντες ἀπο- λογίαν ὃ πάντως ἂν ἐποίησεν ἡ νόσος.