μάλιστα μὲν οὖν ἐχρῆν φυγεῖν ὅλως τὸν ἀσεβῆ καὶ γείτονα ὄντα, νῦν δ’ οὕτως αὐτὸν ἐθαύμασας, ὥσθ’ ὑπὲρ τῆς πρὸς ἐκεῖνον χάριτος τὰ πρὸς ἡμᾶς δίκαια συνέχεας. καὶ οὕτως ἀδικῶν ᾔδεις, ὥστ’ οὐ μετέδωκας ἡμῖν τοῦ γε- νησομένου οὐδ’ εἶπες προσελθών, ὅτι βούλοιο μὲν τὸν Ἀλεξάνδρου παρεδρεῦσαι τῷ σῷ μὲν ἀδελφῷ, φίλῳ δὲ ἐμῷ, δεινὸν δὲ ἡγούμενος ἐν ἀγνοίᾳ σου τοῦτο γενέσθαι λέγω τε καὶ προλέγω καὶ βου- λοίμην ἄν σε μὴ διακωλύσαι. οὕτως ἂν ἐτίμας τὸ τῆς φιλίας ὄνομα, οὕτως ἄν ὃ προσῆκον <ἦν> α ἐπέπρακτο πείθοντός τε καὶ οὐ πείθοντος. νῦν δὲ ἡ κλοπὴ τοῦ πράγματος καὶ τὸ πάσῃ μηχανῇ πειραθῆναι λαθεῖν τεκμήριον ἐναργὲς τοῦ μηδ’ αὐτῷ σοὶ δοκεῖν εἶναί τι δίκαιον ἐν οἶς ἔπραττες. 1 οἰκεῖν Ρ sed κ in ras m2 5 τὸ γειτνιᾶν — 6 ποιεῖν citat Macar fol. 90v 6 μύριοι Re 7 μάγον CPa V | ἐν] καὶ Bong 10 ὅλως φυγεῖν V 12 τὰ πρὸς ἡμᾶς scripsi auctore Re πρὸς ἡμᾶς τὰ libri edd 15 Ἀλεξάνδρου scripsi auctore Re ἀλέξανδρον libri edd 16 δεινὸν δὲ Re δεινόν γε Ι sed τε suprascr m2 δεινόν τε reliqui libri δεινόν τε γε Bong | σου inser I2 18 διακωλῦσαι? cf. ad p. a 211,8 19 προσῆκεν in id in Α legi asserens | ἦν inserui coll. t. II 439,1 R 22 ἐναργὲς Α sed γρ ἀληθὲς in marg, Ρ sed ἐναργ in ras m3 22 et 286,3 μὴ δ’ APIV R II 371 14. Εἰ δὲ μὴ | οὗτος δι᾿ ἐμοῦ, ἕτερος οὐκ ἂν ἔνδον ἦν δι’ ἑτέρου; καὶ τοιαῦτ’ ἴσως ἐρεῖς. τουτὶ δὲ εἰ μὲν ἀσθενές ἐστι, μηδὲ λεγέσθω· εἰ δ’ ἰσχυρόν, τὶ μὴ πρότερον ἐλέγετο πρὶν ἤ γενέσθαι, μελλόντων γε ἡμῶν οὐκ ἀναισχυντήσειν, εἴ τι δίκαιον ἐν τοῖς λεγομένοις ἦν; ἀλλ’, οἶμαι, καὶ τούτου κατε- γνώκεις τοῦ λόγου ῥᾴστης γε τῆς ἀποκρίσεως οὔσης· ἄνθρωπε, δράσει τις τοῦτο ἕτερος; δράτω. καὶ δώσει πάρεδρόν τινα τῶν Ῥώμην ἑωρακότων; δότω.