τίς οὑν σε λογισμὸς χρήσασθαι τοιούτῳ θηρίῳ πείσας συνεκέρασεν, ὥσθ’ ὑμᾶς ὥσπερ συμπεφυκότας ὁρᾶσθαι πανταχοῦ διὰ παντὸς τοῦ χρόνου καθ’ ἕκαστον ἑκάστης ἡμέρας μέρος; γείτων γὰρ ἦν, νὴ Δία. πόσοι δὲ ἕτεροι πενέστεροι μὲν Ἀλεξάνδρου, βελτίους δὲ τὸν τρόπον; οὓς ἅπαντας σὺ παριδὼν καὶ ὑπερβὰς ἐκείνῳ σαυτὸν συνέζευξας, ὥστ’ εἶναι θαυμαστόν, ὁπότ’ οὐ σὺν ἐκείνῳ φανείης.