ἡδέως δ’ ἄν σε καὶ λόγον ἀπαιτήσαιμι τῆς πρὸς Ἀλέξανδρον φιλίας. ποία γὰρ εὐγένεια; τίς τροφή; ποία παιδεία; τίς ανθρωπία; τίς δεομένοις βοήθεια; τίς ὑπὲρ τῶν λῶν πόνος; ἀλλ’ εἰς νόμους σοι χρήσιμος ἄνθρωπος; ἀλλ’ εἰς συμβουλὴν ἀγαθός; ἀλλ’ οἷος ἐνεγκεῖν οἷς ὁμιλοίη δόξαν; οὐ τὴν γῆν ἣν εἰργάζετο φυγὼν ὑπέ- θῆκεν αὑτὸν ἀνθρώπῳ καπηλεύοντι, τύχης δὲ ἀλογίᾳ χρήματα κτησάμενος πλείους ἀπώλεσε τόκοις τῶν ἐν λῃστείᾳ ζώντων, ἀσελγείας δὲ ὑπερβολῇ καὶ τῇ παρ’ αὐτῆς λύπῃ διαφθείρας ἄνθρωπον ἀρετῇ συμβεβιωκότα τελευτῶν ἐπαφῆκε τάφοις τὴν ἀπληστίαν τὴν ἑαυτοῦ τῆς ὑστάτης τιμῆς τοὺς τεθνεῶτας ἀποστερῶν;