ἡδέως δ’ ἄν σε καὶ λόγον ἀπαιτήσαιμι τῆς πρὸς Ἀλέξανδρον φιλίας. ποία γὰρ εὐγένεια; τίς τροφή; ποία παιδεία; τίς ανθρωπία; τίς δεομένοις βοήθεια; τίς ὑπὲρ τῶν λῶν πόνος; ἀλλ’ εἰς νόμους σοι χρήσιμος ἄνθρωπος; ἀλλ’ εἰς συμβουλὴν ἀγαθός; ἀλλ’ οἷος ἐνεγκεῖν οἷς ὁμιλοίη δόξαν; οὐ τὴν γῆν ἣν εἰργάζετο φυγὼν ὑπέ- θῆκεν αὑτὸν ἀνθρώπῳ καπηλεύοντι, τύχης δὲ ἀλογίᾳ χρήματα κτησάμενος πλείους ἀπώλεσε τόκοις τῶν ἐν λῃστείᾳ ζώντων, ἀσελγείας δὲ ὑπερβολῇ καὶ τῇ παρ’ αὐτῆς λύπῃ διαφθείρας ἄνθρωπον ἀρετῇ συμβεβιωκότα τελευτῶν ἐπαφῆκε τάφοις τὴν ἀπληστίαν τὴν ἑαυτοῦ τῆς ὑστάτης τιμῆς τοὺς τεθνεῶτας ἀποστερῶν; τίς οὑν σε λογισμὸς χρήσασθαι τοιούτῳ θηρίῳ πείσας συνεκέρασεν, ὥσθ’ ὑμᾶς ὥσπερ συμπεφυκότας ὁρᾶσθαι πανταχοῦ διὰ παντὸς τοῦ χρόνου καθ’ ἕκαστον ἑκάστης ἡμέρας μέρος; γείτων γὰρ ἦν, νὴ Δία. πόσοι δὲ ἕτεροι πενέστεροι μὲν Ἀλεξάνδρου, βελτίους δὲ τὸν τρόπον; οὓς ἅπαντας σὺ παριδὼν καὶ ὑπερβὰς ἐκείνῳ σαυτὸν συνέζευξας, ὥστ’ εἶναι θαυμαστόν, ὁπότ’ οὐ σὺν ἐκείνῳ φανείης. εἰσὶ πολλοῖς καὶ τῶν ἄλλων R II 370 καθ’ ἑκάστην πόλιν μοχθηροὶ γείτονες, | οὓς οὐΚ Stephani C. R. pour l'année a 1872 p. a 64 sq. 1 II. 10 cf. p. 113,1 2 διατούτων Ι 4 ἀπαιτήσαιμι Ι sed αι in ras m2 12 λῃστεία Ι 13 αὐτοῖς Ι 16 θηρίῳ om Re 23 εἰσὶ <δὲ> α | ἄλλων πολλοὶ καθ’ Pa 24 μοχθηροὶ Ι sed μοχθ ras m2 μοχθηρότεροι Pa ἀναγκάζει φίλους ποιεῖσθαι τὸ πλησίον οἰκεῖν, ἀλλ’ ὁ μὲν στενωπὸς εἷς ἀμφοῖν καὶ εἰ βούλει γε, ὁ τοῖχος, ἀλλ’ οὐ φίλοι γε παρὰ τοῦτο, πολέμιοι μὲν οὖν καὶ πολλαὶ μάχαι καὶ καθ’ ἑκάστην ὡς εἰπεῖν τὴν ἡμέραν τραύματα, καὶ τὸ γειτνιᾶν οὐ φιλίας οἶδε μᾶλλον ἤ δυσμενείας ποιεῖν. καὶ τούτου μυρίοι μὲν μάρτυρες, ἀρκεῖς δὲ σύ, ὃς οὕτως ἔχων γείτονα Μάγνον ἐν οὕτω μακρῷ πολέμῳ πρὸς αὐτὸν βεβίωκας τῶν Πρηνὴς με- μνημένων ληρεῖν σοι δοκούντων. μάλιστα μὲν οὖν ἐχρῆν φυγεῖν ὅλως τὸν ἀσεβῆ καὶ γείτονα ὄντα, νῦν δ’ οὕτως αὐτὸν ἐθαύμασας, ὥσθ’ ὑπὲρ τῆς πρὸς ἐκεῖνον χάριτος τὰ πρὸς ἡμᾶς δίκαια συνέχεας. καὶ οὕτως ἀδικῶν ᾔδεις, ὥστ’ οὐ μετέδωκας ἡμῖν τοῦ γε- νησομένου οὐδ’ εἶπες προσελθών, ὅτι βούλοιο μὲν τὸν Ἀλεξάνδρου παρεδρεῦσαι τῷ σῷ μὲν ἀδελφῷ, φίλῳ δὲ ἐμῷ, δεινὸν δὲ ἡγούμενος ἐν ἀγνοίᾳ σου τοῦτο γενέσθαι λέγω τε καὶ προλέγω καὶ βου- λοίμην ἄν σε μὴ διακωλύσαι. οὕτως ἂν ἐτίμας τὸ τῆς φιλίας ὄνομα, οὕτως ἄν ὃ προσῆκον <ἦν> α ἐπέπρακτο πείθοντός τε καὶ οὐ πείθοντος. νῦν δὲ ἡ κλοπὴ τοῦ πράγματος καὶ τὸ πάσῃ μηχανῇ πειραθῆναι λαθεῖν τεκμήριον ἐναργὲς τοῦ μηδ’ αὐτῷ σοὶ δοκεῖν εἶναί τι δίκαιον ἐν οἶς ἔπραττες. 1 οἰκεῖν Ρ sed κ in ras m2 5 τὸ γειτνιᾶν — 6 ποιεῖν citat Macar fol. 90v 6 μύριοι Re 7 μάγον CPa V | ἐν] καὶ Bong 10 ὅλως φυγεῖν V 12 τὰ πρὸς ἡμᾶς scripsi auctore Re πρὸς ἡμᾶς τὰ libri edd 15 Ἀλεξάνδρου scripsi auctore Re ἀλέξανδρον libri edd 16 δεινὸν δὲ Re δεινόν γε Ι sed τε suprascr m2 δεινόν τε reliqui libri δεινόν τε γε Bong | σου inser I2 18 διακωλῦσαι? cf. ad p. a 211,8 19 προσῆκεν in id in Α legi asserens | ἦν inserui coll. t. II 439,1 R 22 ἐναργὲς Α sed γρ ἀληθὲς in marg, Ρ sed ἐναργ in ras m3 22 et 286,3 μὴ δ’ APIV R II 371 14. Εἰ δὲ μὴ | οὗτος δι᾿ ἐμοῦ, ἕτερος οὐκ ἂν ἔνδον ἦν δι’ ἑτέρου; καὶ τοιαῦτ’ ἴσως ἐρεῖς. τουτὶ δὲ εἰ μὲν ἀσθενές ἐστι, μηδὲ λεγέσθω· εἰ δ’ ἰσχυρόν, τὶ μὴ πρότερον ἐλέγετο πρὶν ἤ γενέσθαι, μελλόντων γε ἡμῶν οὐκ ἀναισχυντήσειν, εἴ τι δίκαιον ἐν τοῖς λεγομένοις ἦν; ἀλλ’, οἶμαι, καὶ τούτου κατε- γνώκεις τοῦ λόγου ῥᾴστης γε τῆς ἀποκρίσεως οὔσης· ἄνθρωπε, δράσει τις τοῦτο ἕτερος; δράτω. καὶ δώσει πάρεδρόν τινα τῶν Ῥώμην ἑωρακότων; δότω. σὺ δ’ ἡμῖν μὴ τὴν φιλίαν ἀδίκει μηδ’ ὀφείλειν ἀντ’ ἄλλου βούλου δίκην. οὐδὲ γὰρ εἰ κυβερ- νήτης ὢν φθάσας τὴν τῆς ἐναντίας νεὼς ἐμβολὴν τὴν σαυτοῦ κατέδυσας, τοῦτ’ ἂν ἦν σοι πρὸς τὸν τριήραρχον λέγειν, ὅτι τὸ πάντως ὑπ’ ἄλλου γενησόμενον πεποίηκα. οὐδὲ γὰρ ὂν πάντως ἀποκτενεῖ νόσος, πρὶν ἥκειν τὸ πέρας, ἀποσφάττομεν ὡς ἕξοντες ἀπο- λογίαν ὃ πάντως ἂν ἐποίησεν ἡ νόσος.