XL. ΠΡΟΣ ΕΥΜΟΛΠΙΟΝ. εἰναι μέν σοι φίλος καὶ πολὺν ἤδη χρό- R II 364 υον, Εὐμόλπιε, φημὶ καὶ οὐκ ἂν ἀρνηθείην, λέγω δὲ καὶ τὸ νῦν ἐσόμενον ἀνδρὸς εἶναι φιλοῦντος ὡς ἀλη- θῶς, τὸ τοῖς οὐκ ὀρθῶς πεπραγμένοις ἐπιτιμᾶν. ἔπαι- νος μὲν γὰρ οὐκ ἔχων τὸ δίκαιον προσδιέφθειρεν, ὁ δ’ ἃ χρῆν αἰτιώμενος ἐνουθέτησέ τε καὶ τῶν ὁμοίων ἁμαρτημάτων ἀπήγαγεν. οὔκουν τοῦτο μισοῦντος, ἀλλ’ ἐκεῖνα, ὅ τε ἐπὶ τοῖς ἡμαρτημένοις ἔπαινος καὶ ἡ σιωπὴ παραλείπουσα τὴν τῶν ἡμαρτημένων ἐξέτασιν. ὥστ’ εἴ σε πώποτ’ εὐεργέτηκα, τουτὶ δὲ εἴρηταί σοι πολλάκις, ταὐτὸ δοκοίην ἂν εἰκότως καὶ νῦν ποιεῖν. C = Codex Chisianus Pa = Patmius 471 Α = Monacensis gr. 483 (Augustanus) Ρ = Palatinus gr. 282 Ι = Marcianus append. XCI 2 V = Vindobonensis phil. gr. XCIII 1 μβ ante πρὸς εὐμόλπιον A, post C | λόγος τριακοστὸς τρίτος post εὐμόλπιον V rubr νγ' in marg C sed γ in ras m2, λόγος ιθ' Ι 3 δὴ Ι Bong 7 ἰδίων V 8 οὐκοῦν Bong | μισοῦντος A sed ι in ras m. rec. 9 ὅτε Ι | τοῖς ἡμαρτημένοις Ι sed οις et ἑνοῖς in ras m2 10 ἡμαρτημένων Ι sed ἐν in ras m2 11 εὐεργέτηκα scripsi e CAP εὐηργέτηκα PaI edd εὐηργέ- τησα V | σοι scripsi auctore Re μοι libri edd 2. Ἔσονται μὲν οὖν οἱ πολλοὺς ἀφήσοντες κατὰ R II 365 τοῦ λόγου λόγους καὶ πείθειν ἐπιχειρήσοντες, | ὡς ἠδίκησαί τε παρ’ ἡμῶν καὶ δίκην ἂν εἰκότως ὀφειλο- μένην σοι λάβοις. ἀλλὰ σύ γε μὴ καὶ τοῦθ’ ἁμάρτῃς μηδ’ ἐξαπατηθῇς, ἀλλ’ ἐχθροὺς ἀμφοτέρων ἡγοῦ συγ- κροῦσαί τε βουλομένους ἡμᾶς καὶ καταστῆσαι δυσ- μενεῖς ἀντὶ φίλων. σὺ δ’ οὔτ’ ἄλλοτε πώποτε πὰρ ἡμῶν ἠδικήθης εὐνοίᾳ τε καὶ τοῦτο γίνεσθαι νόμιζε.