καὶ μηδεὶς εἴπῃ· καὶ τί ταῦτα πρὸς τὸν πατέρα; εἰ μὲν γὰρ ἠγνόει τὰς ἐργασίας ταύτας, ἦν μὲν ἂν οὐδ’ οὕτω συγγνώμη. μηδεὶς γὰρ πατὴρ ἀγνο- είτω τὸν αὑτοῦ μηδὲ τῶν ἐλαττόνων φροντίζων, οἷον οἰκετῶν καὶ χρημάτων καὶ ἵππων καὶ ὄνων, τῶν οὕτω μεγάλων ὀλιγωρείτω. τί γὰρ πατρὶ παιδὸς τιμιώτερον; ὅμως δ’ οὖν δοκείτω τι λέγειν λέγων ἄγνοιαν. νῦν δ’ οὐδὲ τοῦτ’ ἔστιν αὐτῷ πολλάκις ἀκηκοότι καὶ παρὰ πολλῶν ἀνθρώπων· Σιλβανέ, κακοῦ παιδὸς ὢν 11 cf. t. III 31,18. IV 754,19 R. Dem. p. a 889,7 12 t. II 404,3 R 1 ποιῶν ut e sequenti παροινῶν corruptum cancellavi πτοιῶν coni Re Anim | τίς Ι 2 τὸ Ρ sed ὁ in ras m3 5 αὑτοῦ Re 8 αὐτὸν V 9 τοῖς (1) Ρ sed ~ add m3, Ι 11 μέχρι Ρα sed μερίτης in marg | γενόμενος CI Re 13 τῆς om Bong | αὐτοῦ CIV 14 ἄγειν Ι Bong | ὁ om Bong 15 εἴποι Ι Bong 18 μὴ δὲ APIB V 20 παιδὶ πατρὸς Β 21 τί Ι πατὴρ πρᾴως φέρεις τοῖς βουλομένοις μὲν ἐκ- δόντος τὴν ἑαυτοῦ νεότητα, λήξαντος δὲ οὐδὲ νῦν, ἑτέρων δὲ παῖδας εἰς ταὐτὰ καταποντί- σαντος, ἐκ δὲ ἀμφοτέρων τούτων ἀργύριον εἰς τὴν σὴν οἰκίαν εἰσηκότος; οὐκ ἐκβαλεῖς; οὐ μετὰ πληγῶν; οὐ μετὰ τραυμάτων καί, νὴ Δία γε, δικαστηρίου; οὗτος δὲ ταῦτα ἀκούων ἐπι- σχήσειν μὲν ἔφασκεν αὐτόν, εἴα δὲ εἶναι τὸν αὐτὸν καὶ ζῆν ἐν ἴσοις καὶ λαμβάνειν ὅμοια καὶ βλάπτειν ἃ πρότερον, τὸ πλέον εἰδὼς τῆς ἀδοξίας ἐπ’ ἐμὲ βαδιού- μένον διὰ τὸ δοκεῖν ἐμὴν εἶναι τὴν ἀρχὴν, εἰ καὶ τἀ- ληθὲς ἑτέρως ἔχοι. τοῦ δὲ τὰ τοῦ παιδὸς εἰδέναι τε τὸν πατέρα καὶ ἐπαινεῖν εἰδότα μέγιστον ἐκεῖνο τεκ- μήριον.