καὶ ταῦτα ἐγὼ κατακείμενός τε καὶ ἐν ὀλίγαις ὢν σωτηρίας ἐλπίσιν ἤκουον καὶ πρὸς ἐμαυτὸν ἐλογιζόμην, εἰ τι πώποτε πέπονθεν ὑπ’ ἐμοῦ κακῶς, ὥστε καὶ | R II 344 ἐπιχαίρειν. εἶτ’ εὐεργεσίας μὲν εὕρισκον, ἄδικον δὲ οὐδὲν οὐδὲ λυπηρόν. ἀχθομένου τοίνυν μου τού- 15 τοῖς λέγει τῶν τις παρακαθημένων ὀψέ <με> α θηκέναι τὸν ἄνθρωπον τόνδε ἀρξάμενον πάλαι καὶ πρὸ τοῦ πτώματος εἶναι κακὸν εἰς ἐμέ. 5. Τί ποτ’ οὖν αὐτῷ βούλεται τὸ τὸν θεὸν ἐπαι- νεῖν ἐν τῷ τοῦ ποδὸς πάθει; τὰ μετὰ τὸ δεῖπνον παρὰ τοῦ τὰ Ὀλύμπια τιθέντος διδόμενα τοῖς δαιτυ- μόσι φέρειν οἴκαδε βαρεῖάν τε καὶ οὐ φορητὴν ἐποίει τὴν λειτουργίαν καὶ ἦν κίνδυνος μὴ μένειν τὴν ἐορ- 4 Plat. Phil. p. a 59 E. Gorg. p. a 498 Ε. Leg. XII 20 cf. t. III 118,12 sq. R 1 τοῦ om Bong | τῇ ante πόλει inser Re at cf. t. Ι 167,7 περὶ οὖ ποία πόλις οὐκ ἀκήκοε τῶν ἐν ἠπείροις ἢ νήσοις; 2 αὐτὸν Ι Bong 3 χάριν Β et in marg Va 4 καὶ (1) om Bong 5 αὑτῷ Re αὐτῷ libri Bong | ἔχον V 7 ἑαυτὸν ἀπὸ τῆς γῆς V | τἆλλα Α 8 τὰ om Bong 10 τε om I Bong 12 πώποτε om IV 15 τις μοι παρακαθημένων Ρα | με inserui cum Sinteni qui με margini editionis Reiskianae ad- scripsit 19 τὸ] τὸν Β τήν. τοῦτ’ ἐγὼ παῦσαι βουλόμενος παρῄνεσα μὲν πολλοῖς, ἔπεισα δὲ ἔνα τῷ συμβούλῳ τὴν συμβουλὴν κρίναντα· μὴ γὰρ ἂν ὑπ’ ἐμοῦ τι ῥηθῆναί ποτε τῶν οὐ καλῶν. καὶ τυγχάνοι γε τοῦ Δῖός ἀντὶ τούτων εὐμενοῦς αὐτός τε καὶ ἡ τήθη. τῶν μὲν οὖν ἄλλων οἱ μὲν ἐπῄνουν, οἱ δὲ οὐκ ᾐτιῶντο, εἰ δέ τις καὶ ἤχθετο, ἀλλὰ σιγῇ τοῦτό γε· μόνος δὲ οὗτος ἐκεκράγει καὶ τῷ μὴ τεθνάναι με δῆλος ἦν λυπούμενος, τῆς γὰρ αὐτῆς ἦν δήπου ψυχῆς τούτῳ τε ἥδεσθαι κἀκεῖνο βούλεσθαι, καὶ ἦν ἀδικώτερος τῶν οὐ συγγενομένων ἡμῖν ὁ πεφοιτηκὼς καὶ τῶν τι δεδωκότων ὁ μηδ’ ὁτιοῦν. 6. Τῷ δὲ καὶ παῖς ἦν ἐν τοῖς παιδευομένοις ἀμι- σθὶ καὶ οὗτος, ὥσπερ ὁ πατήρ, τὴν ἐμὴν ταλαιπωρίαν καρπούμενος. βουλόμενος δή με καὶ διὰ τοῦ παιδὸς ἀδικεῖν ἀποσπάσας τῶν ἐμῶν | θυρῶν φέρων θα- R II 345 τέρα φωνῇ δίδωσιν οὐκ ἐκείνης ἐπιθυμῶν, ἀλλὰ ταύ- την ὑβρίζων, μᾶλλον δὲ ἐμὲ τοῖς δευτέροις. καὶ αγγέλλει τῷ παιδὶ τῷ ταῖς πολλαῖς σαρξὶν ἀγαλλομένῳ τοῖς θεοῖς ἴσον ἄγειν τὸν Λίβυν τὸν καταγέλαστον φείδεσθαί τε ἐν τοῖς ἐκείνῳ λυσιτελοῦσι μηδενός, μὴ ῥήματος, μὴ ἔργου, μὴ χειρός, μὴ ποδός, μὴ πολέμου, μὴ μάχης, μὴ τραυμάτων μηδ’ εἰ μέλλοι τοῖς ἐμοῖς συμπλέκεσθαι. καὶ διετέλει δὴ θορυβῶν, ἀπειλῶν, 16 t. Ι 193,6. t. III 261,6 sq. R. cf. t. Ι 144,11 4: τε Va 5 ἡττήθη C sed in ἡ τήθη corr m2, Pa a ἡ τήθη in marg 9 δὲ Re 11 τι APIB V | μὴ δ’ ὅτι οὖν A μὴ δ’ ὁτιοῦν reliqui libri Bong μηδοτιοῦν Re 13 ἄμι- σθος Pa a 15 δέ Pa a 16 ἀδικεῖν ἀδικεῖν om I Bong qui simile excidisse coni 23 μὴ δ’ ΙΒ 24 διετέλεις V [ποιῶν], παροινῶν. καὶ ὁπότε τις αὐτὸν αἰτιάσαιτο τὸν πάππον λέγων, οὐ γὰρ δὴ τὸν πατέρα γε, ἐπὶ τὸ τῷ διδασκάλῳ βοηθεῖν κατέφυγε. καὶ σχῆμα τοῦτο τοῖς ἀδικήμασιν ἦν τούτου διδάξαντος ἐκεῖνον τὴν καλὴν ταύτην ἀπολογίαν κέρδος αὐτοῦ ποιουμένου τὰς περὶ τοὺς νέους ταραχάς. 8. Καὶ τοῦτο τοσοῦτον ὂν ἦττόν ἐστι τοῦ ῥηθη- σομένου. δοὺς γὰρ αὑτὸν τοῖς τῶν καλῶν ἐρασταῖς | R II 346 ὑπηρέτην καὶ τοῖς μὲν ἔξω, τοῖς δ’ εἴσω συνὼν καὶ πολλοῖς διαύλοις τὰ παρ’ ἐκατέρων εἰς τοὺς ρους φέρων μερίτης γινόμενος τῶν ἐρωτικῶν δώρων πολλοὺς οἴκους ἀθλίους ἐποίησε νύκτας τε καὶ ἡμέρας τῆς αὑτοῦ κακίας ἀναπλήσας, ὁπότε μὴ δύναιτο ἕτερον ἀγαγεῖν, παρέχων αὑτόν, πόρνος ὁ αὐτὸς καὶ προαγω- γός. καὶ μηδεὶς εἴπῃ· καὶ τί ταῦτα πρὸς τὸν πατέρα; εἰ μὲν γὰρ ἠγνόει τὰς ἐργασίας ταύτας, ἦν μὲν ἂν οὐδ’ οὕτω συγγνώμη. μηδεὶς γὰρ πατὴρ ἀγνο- είτω τὸν αὑτοῦ μηδὲ τῶν ἐλαττόνων φροντίζων, οἷον οἰκετῶν καὶ χρημάτων καὶ ἵππων καὶ ὄνων, τῶν οὕτω μεγάλων ὀλιγωρείτω. τί γὰρ πατρὶ παιδὸς τιμιώτερον; ὅμως δ’ οὖν δοκείτω τι λέγειν λέγων ἄγνοιαν. νῦν δ’ οὐδὲ τοῦτ’ ἔστιν αὐτῷ πολλάκις ἀκηκοότι καὶ παρὰ πολλῶν ἀνθρώπων· Σιλβανέ, κακοῦ παιδὸς ὢν 11 cf. t. III 31,18. IV 754,19 R. Dem. p. a 889,7 12 t. II 404,3 R 1 ποιῶν ut e sequenti παροινῶν corruptum cancellavi πτοιῶν coni Re Anim | τίς Ι 2 τὸ Ρ sed ὁ in ras m3 5 αὑτοῦ Re 8 αὐτὸν V 9 τοῖς (1) Ρ sed ~ add m3, Ι 11 μέχρι Ρα sed μερίτης in marg | γενόμενος CI Re 13 τῆς om Bong | αὐτοῦ CIV 14 ἄγειν Ι Bong | ὁ om Bong 15 εἴποι Ι Bong 18 μὴ δὲ APIB V 20 παιδὶ πατρὸς Β 21 τί Ι πατὴρ πρᾴως φέρεις τοῖς βουλομένοις μὲν ἐκ- δόντος τὴν ἑαυτοῦ νεότητα, λήξαντος δὲ οὐδὲ νῦν, ἑτέρων δὲ παῖδας εἰς ταὐτὰ καταποντί- σαντος, ἐκ δὲ ἀμφοτέρων τούτων ἀργύριον εἰς τὴν σὴν οἰκίαν εἰσηκότος; οὐκ ἐκβαλεῖς; οὐ μετὰ πληγῶν; οὐ μετὰ τραυμάτων καί, νὴ Δία γε, δικαστηρίου; οὗτος δὲ ταῦτα ἀκούων ἐπι- σχήσειν μὲν ἔφασκεν αὐτόν, εἴα δὲ εἶναι τὸν αὐτὸν καὶ ζῆν ἐν ἴσοις καὶ λαμβάνειν ὅμοια καὶ βλάπτειν ἃ πρότερον, τὸ πλέον εἰδὼς τῆς ἀδοξίας ἐπ’ ἐμὲ βαδιού- μένον διὰ τὸ δοκεῖν ἐμὴν εἶναι τὴν ἀρχὴν, εἰ καὶ τἀ- ληθὲς ἑτέρως ἔχοι. τοῦ δὲ τὰ τοῦ παιδὸς εἰδέναι τε τὸν πατέρα καὶ ἐπαινεῖν εἰδότα μέγιστον ἐκεῖνο τεκ- μήριον.