ὁ δὲ οὐδὲ ἐμιμήσατο, τοσοῦτον ἀπέσχε τοῦ πρὸς ὁδυρ- μὸν ἑτέρους παρακαλέσαι, ἀλλά μοι δοκεῖν, καὶ τοὺς ἀθυμοῦντας ἐμίσει καὶ τοὺς οὐ καταβαίνοντας ἐνο- χλεῖν ἐνόμιζε καὶ τῆς ψυχῆς, ὡς εἰκός γε, κατεγίνωσκε βραδυτῆτα. εἶθ’ ὁ μὲν ἐτέθαπτο, ὁ δὲ ἐνεφορεῖτο τῆς τελευτῆς καὶ ἦν φαιδρὸς ἀηδοῦς ὄψεως ἀπηλλαγμένος τῆς τοῦ πατρὸς καὶ διδασκάλου. 17. Ἔδει μὲν οὖν τοὺς ἐκείνῳ τε καὶ ἐμοὶ φίλους μάλιστα μὲν καὶ δίκας ζητεῖν τῶν ἠσεβημένων εἰς ἀμφοτέρους ἡμᾶς, εἰ δὲ μή, μήτοι γε εὖ ποιεῖν. οἱ δὲ καλοῦσιν ἀπόντα, δέχονται προσιόντα, κλητόν τε καὶ ἄκλητον ἑστιῶσιν, ἡδέως ὁρῶσιν, ἡδέως ὁμιλοῦσιν. | R II 350 ὁ μὲν καὶ χρήμασιν εὖ ποιεῖ τὸν θεοῖς ἐχθρόν, ὁ δὲ τοὺς ἐχθροὺς ἐκείνου καὶ ἑαυτοῦ νομίζει. τὸν γὰρ διδάσκαλον, φασίν, ἐν τούτοις τιμῶμεν. 12 Od ψ 252. Soph. Ant. 822. Eur. Suppl. 797 1 πραότητος IB 1 ἐκεῖνον — 3 οὐδένα praemisso κεί- μενον in marg P3 5 οὐδὲ Pa a | τοῖς τοιούτοις Ι Bong | σαι Ι 6 τοσοῦτον Ι 7 τοῦτ’ V 8 τὸν τὸ Ι Bong 13 γε inserui e V om reliqui libri edd 14 ἐθάπτετο Re 17 μὲν om Β 19 μήτι Pa V 24 φασίν Re φησὶν libri Bong τιμᾶν μὲν οὖν ἀξιοῦντας τὸν διδάσκαλον ἐπαινῶ καί φημι τοὺς οὐ τοιούτους ὄντας εἰς τοὺς πεπαιδευ- κότας ἀδικεῖν, ἔδει μέντοι τιμᾶν ἐκεῖνον ἐν τῷ μὴ τοῦτον· τουτὶ γὰρ ἦν ἀκολουθούντων τοῖς πράγμασιν. εἰ μὲν γὰρ καὶ τὰ παιδὸς καὶ τὰ μαθητοῦ πρὸς ἐκεῖ- νον οὗτος ἐπεπληρώκει, τῶν νῦν τούτων παρ’ ὑμῶν ἐτύγχανεν ἂν εἰκότως· εἰ δ’ ἠγνόησε μὲν τὴν φύσιν, τὰ δὲ ἐκείνης συνέχεε δίκαια, λυπῶν δὲ καὶ ἐλαύνων τὸν φύσαντα διετέλεσε καὶ συνεξέτεινεν οὕτω μακρῷ βίῳ τὸν ἄσπονδον τοῦτον πόλεμον πρὸς τῇ φύσει τὸν διδάσκαλον ἀδικῶν, ὁ μὲν Σιλβανῷ πολεμῶν Γαυδεντίῳ φίλος, ὁ δὲ τοῦτον εὖ ποιῶν ἐχθρὸς ἐκείνῳ. οὐδὲ γὰρ υἱὸν εὖ ποιεῖ τοῦτον εὖ ποιῶν τὸν διὰ παντὸς τοῦ χρόνου τὸν πατέρα κακῶς πεποιηκότα τούς τε μισθοὺς τοὺς ἀπὸ τοῦ διδάσκειν ἐκείνῳ γιγνομένους ἀφαιρούμενον καὶ τῇ τοῦ πρεσβύτου πείνῃ καὶ δίψῃ μείζω ποιοῦντα τὴν οὐσίαν.