προσῆλθε πρῴην τινὶ τῶν καλῶν καὶ ἐπειρᾶτο πείθειν, ὁ δὲ ἀπεπήδησεν. οὗτος δὲ ἐπελθὼν εἷλκέ τε λαβόμενος καὶ ἐπάταξε. τῶν δὴ τῷ νέῳ συγγενῶν πυθομένων τὴν τόλμαν καὶ ὄντων ἰσχυρῶν τε καὶ οὐκ ὀλίγων περιστάντων τε καὶ ταῖς χερσὶν | ἐπ’ αὐτὸν χρησαμένων μαθὼν ὁ χρηστὸς πατὴρ R II 347 οὔτε τούτων κατεβόησεν ὡς ἀδικούντων οὔτε ἐκεῖνον ἐκόλασεν ὡς ἐπὶ πονηροῖς ἔργοις. καίτοι χρῆν ἢ των κατηγορεῖν ὡς ἐπὶ πληγαῖς οὐ δικαίαις ἢ προστι- θέναι τῇ παρὰ τούτων δίκῃ τὴν παρὰ τοῦ πατρός. νῦν δὲ τοῖς μὲν οὐδὲν ἐμέμψατο, τὸν δὲ παρε- μυθήσατο τὸν ἐν αὐταῖς ταῖς πληγαῖς κατ’ ἐμοῦ πολ- Λὰς βλασφημίας ἀφέντα τοῦ μηδὲν τῶν πραττομένων 1 πράως ΡΙΒ 3 ταὐτὰ Re ταῦτα libri Bong ἐγκα- λεῖς Ι Bong 8 αὑτὸν (1) Ρα 12 ἔχει CV 14 πρώην ΡΙΒ 16 τοῦ νέου Ρα at cf. t. II 451,17 R 19 καλὸς Bong 21 ἐκόλα σεν cum ras 3 litt V 23 παρὰ (1) om CPa V 24 τὸν Ρ sed add m3 εἰδότος. ἀντὶ γὰρ τοῦ μισεῖν αὐτὸν ὄντα τοιοῦτον, ἢ οἷόν τ’ οὐ χαλεπῆναί τινας ὑπὲρ τοιούτων; ἐπ’ ἐμὲ τὴν ὀργὴν ἦγεν. ἦν δ’ αἴτιος οὔτ’ ἐγὼ τῶν πληγῶν οὔθ’ οἱ πλήττοντες, ἀλλ’ ὁ γενέσθαι τὰς πληγὰς ἀναγ- κάσας. ἦν δ’ οὗτος ὁ τὴν εἰς τὰ τοιαῦτα δεδωκὼς ἐξουσίαν πατήρ. ἔδωκε δέ, ὅπως πράττοιμι χεῖρον τῇ διὰ τῶν τοῦ ’κείνου παιδὸς τολμημάτων αἰσχύνῃ. 13. Οὕτω με δι’ ἀμφοῖν, αὑτοῦ τε καὶ τοῦ παιδός, ἠδίκει πεπαιδευμένος ἐν τῷ γεγεννηκότι λῆρον καὶ φλυαρίαν ἡγεῖσθαι τὴν τοῦ δικαίου τάξιν. ἔστι γὰρ ἡμῖν ὁ γενναῖος Σιλβανὸς πατραλοίας, ὡς μέν φασί τινες, καὶ τῇ δεξιᾷ κατὰ τοῦ μεταφρένου χρησάμενος, R II 348 ὡς δ’ ἅπαντες ὁμολογοῦσι, λύπαις πολλαῖς | πιέ- σας, ἄκυρον μὲν τῶν ἔνδον καταστήσας, εἰς γῆν δὲ βλέπειν ἀπειλαῖς ἀναγκάσας οὐκ ἐῶν ἀναπνεῦσαι κα- θαρῶς οὐδὲ τοῦ πάντως τι λήψεσθαι κακὸν ἔξω γενέσθαι φόβου.