οὗτος οὖν τὴν ναῖκα ἂν <ἀπέκτεινε> α φαρμάκῳ μηδὲν ἔχων ἢ καὶ ἐγκαλεῖν γε; καὶ τοιαύτας ἂν ἀφῆκε πρὸς τὸν ἰατρὸν φωνάς; κέρασον φάρμακον, ἔμβαλε, δὸς ὅτῳ γε βούλει τρόπῳ δεῖξόν μοι τῆς κὸς τὸν νεκρόν, ὑπόμεινον ἔργον ἐναντίον τῇ τέχνῃ, μισθὸς δέ σοι τὰ κοσμοῦντά μοί ποτε τὴν μητέρα. τοιαῦτα ἂν προήκατο ῥήματα; διῆρεν ἂν ἐπὶ τοιούτοις τὸ στόμα; ἡ γλῶττα δὲ οὐκ ἂν ὤκλασε; τοῦτο δὲ διαπραξάμενος οὐκ ἂν αὑτὸν ἐξε- τύφλωσεν, ὅπως μὴ πρὸς ὂν ταῦτα εἶπεν ὄψεται;