σὺ δέ με ἐβούλου σιγῇ δέχεσθαι τοὖς κατὰ τῆς ἱερᾶς κεφαλῆς ἐκείνης λόγους καὶ προδιδόναι καλὸν κἀγαθὸν βασιλέα καὶ φίλον. ἦν γὰρ δή μοι φίλος καὶ οὐκ ἂν ἀρνηθείην. ἀλλ' οὐ ταῦτα τοῖς φί- λοις ὀφείλεται παρὰ τῶν φίλων, ἀλλὰ βοήθεια, προ- θυμία, λόγος, ἔργα, ἡμῖν δὲ ἔργου μὲν οὐ παρῆν ρός, λόγου δέ. ἔλεγον τοίνυν καὶ ἀντέλεγον ἀγαθὸν κακοῦ κακῶς ἠγορευκότος.