τούτοις προσέθηκας τῆς μητρὸς τῆς ἐκείνου τὸν κόσμον, ὂν ἰατρῷ τινι δοθῆναι μισθὸν τοῦ θανάτου τῆς οὔσης αὐτῷ γυναικός. ταυτὶ γὰρ ὀμνύντα λέγειν Ἐλπίδιον. καὶ προσῆν ἔπαινος Ἐλπιδίου, οὐχ ἵν' Ἐλπίδιος νεθῇ, ἀλλ’ ἵν’ ὁ ὅρκος πιστευθῇ. ἐνταῦθα ἀνεβόησα καὶ τὴν ψυχὴν πληγεὶς τῷ λόγῳ ἀλλ’ οὐχ ὡς οὐκ ἐπορνεύετο νέος ὤν, ὤμνυ ἂν Ἐλπίδιος, ἔφην. καὶ ταὐτὰ εἶπον ἃ Ῥωμαίων ἡ βουλὴ καὶ ὁ δῆμος, ὡς ἀπηγγέλλετο δεῦρο παρὰ τῶν ἐκεῖ χρόνον διατριψάν- των πολύν, καὶ ὡς ἀντὶ παλλακῆς γένοιτο τὰ μὲν ἄλλα R II 318 ἀνδρὶ σπουδαίῳ, τουτὶ δὲ ἀτυχοῦντι. ἦσαν δὲ | οἱ 3 Amm. XXV 4,15 14 Helenae cf. Amm. XXI 1,5 20 cf. p. a 49,1 sq. 1 εἶναι om Bong 3 ταῖς om C 5 παρ’ A V sed in utroque γρ ὑπ’ in marg ὑπ' CP sed in hoc παρ’ suprascr m3, U 6 αὐτὸν ΙΜο Bong | καὶ om Μο 7 οὐσιῶν Μο 11 δ’ Re 15 Νεβρίδιον ut constanter in hac oratione pro Ἐλπιδίῳ Monnier 17 ἴνα C | ὁ om Bong 20 ταὐτὰ Re ταῦτα libri Bong Monnier 22 ἄλλ’ V φάσκοντες αὐτὸν καὶ μέχρι τῆς τελευτῆς ἐνέχεσθαι τῇ νόσῳ. καὶ οὕτω δὴ κατεχώσθης ὑπὸ τῆς ἀληθείας, ὥστε καὶ αὐτὸς ὡμολόγεις παρά του τῶν παρηδρευ- κότων αὐτῷ τοιαῦτα ἀκηκοέναι. τὸν οὖν τοιοῦτον ἄτιμόν τε εἶναι ἔφην γυναῖκα ἑκόντα γενόμενον καὶ τὸ δύνασθαι κακῶς λέγειν ἕτερον ἀφῃρῆσθαι τῷ βίῳ. ταῦτ’ εἶπον.