δύνασθαι δὴ ταῦτα ποιεῖν νομίζεις τούτους τοὺς καταράτους διὰ καμίνων τε καὶ τέφρας τῆς ἐκεῖ καὶ πυρός. καὶ πολλὰ μὲν ἐξηπάτησαι, τοῦ δ’ ἕξειν τι δι’ αὐτῶν νομίζειν οὐκ ἔληξας. ἀλλ’ ἀντὶ τοῦ τι σχεῖν τὸ σχήσειν προσδοκᾶν ἀρκεῖ καὶ περιέρχῃ πυνθανόμενος οὐ μόνον εἴ τις ἄκρος ἐν τούτοις ὡς ἀληθῶς, ἀλλὰ καὶ εἴ τις μέσως μετέχει τοῦ πράγματος καὶ εἴ τις φαύλως, καὶ πείθῃ κἀν τούτοις εἶναί γε πολλάκις μείζω τῶν παρὰ τοῖς τελείοις καὶ βαδίζεις παρ’ αὐτοὺς κἀκείνους ἀξιοῖς παρὰ σὲ καὶ τοὺς ἡλικιώτας ἀφεὶς ταῖς μετὰ τούτων R II 326 χαίρεις διατριβαῖς ταῖς μὲν ἐν ἐρημίᾳ, ταῖς | δὲ καὶ ἐν πλήθεσιν, ἀφαιρῶν τὴν τῶν προτέρων ὑποψίαν τοῖς δευτέροις.