φίλος δὲ ἦσθα μὲν οὐδέποτε, δοκεῖν δὲ ἠξίους. ἀεὶ δὲ οὗ λήσειν ἤλπισας, ἔβαλλες. ὅς καὶ τὰ περὶ τῶν ἀστέρων καὶ τῆς δι’ αὐτῶν ἐπικουρίας ῥήματα διαστρέψας ἐχθροὺς ἡμῖν ἐποίεις, ὧν τὴν εἱμαρμένην ᾐτιώμεθα, ταῦτ’ ἐπ’ ἐκείνους μεταφέρων, ἐμὲ μὲν ἀδικῶν, κολακεύων δὲ ἐκείνους, ἐν ταῖς ἐκείνων κακοτεχνίαις τὰς ὑπὲρ τῶν 10 cf. p. 241,3 1 ἰδὼν Ι sed εἰδὼς suprascr m3 | ἑαυτὸν Re 4 οὐδὲ (2) Re | ὀφείλη Μο | αὐτὸν scripsi ex I auctore Re qui αὐτὸν αὑτῷ scribendum coni αὐτῷ reliqui libri edd (αὑτῷ α 6 οὐκ ἔτι Α 7 ἀπεπήδησας scripsi auctore Cobeto Coll. 132 ἀνεπήδησας libri ἐκπηδήσας La) edd 9 ταὐτὸν Μο 13 δὲ V | βεβλάμμεθα Ρ sed εβλ in ras m3 14 δικαίως Bong 15 οὐκ ἔτ᾿ AP sed in hoc᾿ α supra ε eras 22 ᾐτιώμεθα om Mo μεγίστων ἐλπίδας πεποιημένος, ἀρχῶν καὶ γάμων· καὶ γὰρ γάμων ἔτι σε φροντίζειν ἀκούω μέλλοντα τοσαύ- την στεφανώσειν πολιάν. δύνασθαι δὴ ταῦτα ποιεῖν νομίζεις τούτους τοὺς καταράτους διὰ καμίνων τε καὶ τέφρας τῆς ἐκεῖ καὶ πυρός. καὶ πολλὰ μὲν ἐξηπάτησαι, τοῦ δ’ ἕξειν τι δι’ αὐτῶν νομίζειν οὐκ ἔληξας. ἀλλ’ ἀντὶ τοῦ τι σχεῖν τὸ σχήσειν προσδοκᾶν ἀρκεῖ καὶ περιέρχῃ πυνθανόμενος οὐ μόνον εἴ τις ἄκρος ἐν τούτοις ὡς ἀληθῶς, ἀλλὰ καὶ εἴ τις μέσως μετέχει τοῦ πράγματος καὶ εἴ τις φαύλως, καὶ πείθῃ κἀν τούτοις εἶναί γε πολλάκις μείζω τῶν παρὰ τοῖς τελείοις καὶ βαδίζεις παρ’ αὐτοὺς κἀκείνους ἀξιοῖς παρὰ σὲ καὶ τοὺς ἡλικιώτας ἀφεὶς ταῖς μετὰ τούτων R II 326 χαίρεις διατριβαῖς ταῖς μὲν ἐν ἐρημίᾳ, ταῖς | δὲ καὶ ἐν πλήθεσιν, ἀφαιρῶν τὴν τῶν προτέρων ὑποψίαν τοῖς δευτέροις.